Friday, January 12, 2018

Μῦθοι Αἰσώπειοι· σοε', σοϛ', σοζ'

Ὄνος καὶ κυνίδιον ἢ Κύων καὶ δεσπότης


Ὄνος τις ὁρῶν τὸν δεσπότην ἀεὶ παίζοντα κυνιδίῳ ἐκ Μελίτης  καὶ δὴ καὶ μᾶλλον τρεφόντα αὐτὸ ἢ ἑαυτόν, διὰ φθόνον μιμησάμενος αὐτὸ ἐπήδησεν ἐπὶ τὸν δεσπότην. Ὁ δὲ ὀργισθεὶς ἐκέλευσε τὸν ὄνον πληχθῆναί τε καὶ ἐν τῷ σταθμῷ δεηθῆναι.

Ἀνάγνωσις τοῦ σοε' μύθου

Ὄνος καὶ κύων συνοδοιποροῦντες


Ὄνος καὶ κύων συνοδεύοντες ηὗρον ἐπιστολήν. Ὁ δὲ ὄνος ἄνοιξας αὐτὴν ἔχαιρεν ἀναγιγνώσκων. Ἦν γὰρ ἡ ἐπιστολὴ περὶ τοιούτων σίτων ὧν οἱ ὄνοι φιλοῦσιν. Ὁ οὖν κύων πρῶτον μὲν ἐπιθυμῶν τι περὶ τῆς ἑαυτοῦ τροφῆς ἀκούειν παρῄνεσε τὸν ὄνον ἐπιτελεῖν. Τέλος δὲ οὐδὲν ἄρεσκον εὑρὼν ἐκέλευσε τὴν ἐπιστολὴν ὡς ἄχρηστον βληθῆναι.

Ἀνάγνωσις τοῦ σοϛ' μύθου

Ὄνος καὶ ὀνηλάτης

Ὄνος δύσκολός τις βουλόμενος αὐτὸς ἄρχειν ἤγαγε τὸν ὀνηλάτην διὰ τῆς σκολιᾶς καὶ πετρώδους ὁδοῦ. Ἔπειτα δέ, τοῦ ὄνου εἰς τὴν ἅβυσσον καταπίπτειν μέλλοντος, ὁ δεσπότης εἷλκε τὴν οὐρὰν αὐτοῦ. Τέλος δὲ ἡσσώμενος ἀφῆκεν αὐτὸν λέγων ὅτι κακὴ νίκη εἴη αὐτῷ.

Ἀνάγνωσις τοῦ σοζ' μύθου


Ὄνος καὶ κυνίδιον ἢ Κύων καὶ δεσπότης
Ἔχων τις κύνα Μελιταῖον καὶ ὄνον διετέλει ἀεὶ τῷ κυνὶ προσπαίζων· καὶ δή, εἴ ποτε ἔξω ἐδείπνει, διεκόμιζέ τι αὐτῷ, καὶ προσιόντι καὶ σαίνοντι παρέϐαλλεν. Ὁ δὲ ὄνος φθονήσας προσέδραμε καὶ σκιρτῶν ἐλάκτιζεν αὐτόν. Καὶ ὃς ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀπαγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι.
Ὁ λόγος δηλοῖ ὅτι οὐ πάντες πρὸς πάντα πεφύκασιν.
Ὄνος καὶ κύων συνοδοιποροῦντες
Ὄνος καὶ κύων ἐν ταὐτῷ ὡδοιπόρουν. Εὑρόντες δὲ ἐπὶ γῆς ἐσφραγισμένον γραμμάτιον, ὁ ὄνος λαϐὼν καὶ ἀναρρήξας τὴν σφραγῖδα καὶ ἀναπτύξας, διεξῄει εἰς ἐπήκοον τοῦ κυνός. Περὶ βοσκημάτων δὲ ἐτύγχανε τὰ γράμματα χόρτου τε, φημί, καὶ κριθῆς καὶ ἀχύρου. Ἀηδῶς οὖν ὁ κύων, τοῦ ὄνου ταῦτα διεξιόντος, διέκειτο· ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ· « Ὑπόϐαθι, φίλτατε, μικρόν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς διαλαμϐάνων. » Ὁ δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν καὶ μηδὲν εὑρηκὼς ὧν ὁ κύων ἐζήτει, ἀντέφησεν αὖθις ὁ κύων· « Βάλε κατὰ γῆς, ὡς ἀδόκιμον πάντη, φίλε, τυγχάνον. »
Ὄνος καὶ ὀνηλάτης
Ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος, ὡς μικρὸν τῆς ὁδοῦ προῆλθεν, ἀφεὶς τὴν λείαν ἀτραπὸν διὰ κρημνῶν ἐφέρετο. Μέλλοντος δὲ αὐτοῦ κατακρημνίζεσθαι, ὁ ὀνηλάτης ἐπιλαϐόμενος τῆς οὐρᾶς, ἐπειρᾶτο μεταπεριάγειν αὐτόν. Τοῦ δὲ εὐτόνως ἀντιπίπτοντος, ἀφεὶς αὐτὸν ἔφη· « Νίκα· κακὴν γὰρ νίκην νικᾷς. »
Πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.