Friday, December 29, 2017

Μῦθοι Αἰσώπειοι· σξθ', σο', σοα'

Ὄνος καὶ ἀλεκτρυὼν καὶ λέων


Ἀλέκτωρ καὶ ὄνος ἅμα ἐνέμοντο. Λέοντος δὲ προσελθόντος, ὁ ἀλέκτωρ φωνήσας ἐφόβησεν αὐτὸν ὥστε μακρὰν φυγεῖν. Ὁ δὲ ὄνος νομίζων τὸν λέοντα δεδοικέναι αὐτὸν ἐδίωκεν. Ὁ μὲν λέων οὐκέτι ἀκούων τοῦ ἀλέκτορος, ἐπιβαλὼν τῷ ὄνῳ, ἀπέκτεινεν αὐτόν. Καὶ τοῦτο ἐπρέψεν τῷ ὄνῳ ὡς υἱῷ ἀγαθῶν γονέων οὐκ ὄντι.

Ἀνάγνωσις τοῦ σξθ' μύθου

Ὄνος καὶ ἀλώπηξ καὶ λέων

Ὄνος καὶ ἀλώπηξ ἑταῖροι γενόμενοι ἅμα ἐθήρευον. Ἡ δὲ ἄλωπηξ λέοντα ἰδοῦσα προύδωκε τὸν ὄνον τῷ λέοντι ἵνα σώσαι ἑαυτήν. Καὶ τοῦτο ἤρεσε τῷ λέοντι.  Ἡ  οὖν ἀλώπηξ ἤγαγεν τὸν ὄνον εἰς πάγην. Ὁ δὲ λέων πρῶτον μὲν ἔφαγε τὴν ἀλώπεκα, δεύτερον δὲ τὸν ὄνον.

Ἀνάγνωσις τοῦ σο' μύθου

Ὄνος καὶ βάτραχοι


Ὄνος βαστάζων ξύλα καὶ διαβαίνων λίμνην σφαλεὶς ἔπεσεν. Καὶ πολὺ ὠγκᾶτο τὴν συμφορὰν ὀδυρόμενος. Οἱ δὲ βάτραχοι ἀκούσαντες αὐτοῦ ἐθαύμασον. Οἱ γὰρ ἐν τῇ λίμνῃ οἰκοῦντες οὐ συνίεσαν διατὶ ἐκεῖνος στενάζοι.

Ἀνάγνωσις τοῦ σοα' μύθου



Ὄνος καὶ ἀλεκτρυὼν καὶ λέων
Ὄνῳ ποτὲ ἀλεκτρυὼν συνεβόσκετο. Λέοντος δ᾿ ἐπελθόντος τῷ ὄνῳ, ὁ ἀλεκτρυὼν ἐφώνησε· καὶ ὁ μὲν λέων (φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοβεῖσθαι) ἔφυγεν. Ὁ δ᾿ ὄνος, νομίσας δι᾿ αὑτὸν πεφευγέναι, ἐπέδραμεν εὐθὺς τῷ λέοντι. Ὡς δὲ πόρρω τοῦτον ἐδίωξεν, ἔνθα μηκέτι ἡ τοῦ ἀλεκτρυόνος ἐφικνεῖτο φωνή, στραφεὶς ὁ λέων τοῦτον κατεθοινήσατο. Ὁ δὲ θνῄσκων ἐβόα· « Ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην; »
Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ οὕτως ὑπ᾿ ἐκείνων ἀπόλλυνται.
Ὄνος καὶ ἀλώπηξ καὶ λέων
Ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον ἐπὶ ἄγραν. Λέοντος δὲ περιτυχόντος αὐτοῖς, ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον, προσελθοῦσα τῷ λέοντι, ὑπέσχετο παραδώσειν αὐτῷ τὸν ὄνον, ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγείληται. Τοῦ δὲ αὐτὴν ἀπολύσειν φήσαντος, προσαγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρεσκεύασε. Καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον, πρῶτον τὴν ἀλώπεκα συνέλαβεν, εἶθ᾿ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.
Οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ ἑαυτοὺς συναπολλύντες.
Ὄνος καὶ βάτραχοι
Ὄνος ξύλων γόμον φέρων λίμνην διέβαινεν· ὀλισθὼν δέ, ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετό τε καὶ ἔστενεν. Οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν ἔφασαν· « Ὦ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριβες ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ; »
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ᾿ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.