Friday, October 13, 2017

Μῦθοι Αἰσώπειοι· σλϛ', σλζ', σλη'

Μηναγύρται


Ἱερεῖς τινες τῆς Ῥέας πολὺν χρόνον ἐχρῶντο ὄνῳ ὡς τὰ σκεύη βαστάζοντι. Τοῦ δὲ ὄνου τελευτήσαντος τὸν βίον, ἐκεῖνοι ἐποιήσαντο τύμπανα ἐκ τοῦ δέρματος αὐτοῦ.  Τουντεῦθεν οὖν ὁ ὄνος  καὶ  μείζονας πληγὰς ἐλάμβανεν. Τοῦτο γὰρ αὐτοὶ ἄλλοις ἱερεῦσιν περὶ τοῦ ὄνου ἐρομένοις εἶπον.

Ἀνάγνωσις τοῦ σλϛ' μύθου

Μύες καὶ γαλαῖ


Οἱ μύες καὶ αἱ γαλαὶ ἐμάχοντο πρὸς ἀλλήλους. Ἐπειδὴ οἱ μύες ἀεὶ ἡσσῶντο, εἵλοντο στρατηγοὺς ἐξ ἑαυτῶν. Οἱ οὖν κέρατα ἐπὶ τῇ κεφαλῇ θήσαντες ἤγαγον τοὺς μύας πρὸς τὴν μάχην. Πάλιν δὲ ἡσσηθέντων τῶν μύων, οἱ μὲν στρατιῶται εἰς τὰς ὀπὰς φυγόντες ἐσώθησαν, οἱ δὲ στρατηγοί, τῶν κεράτων αὐτοὺς εἰσιέναι κωλυόντων, ἀπέθανον ὑπὸ τῶν γαλῶν.

Ἀνάγνωσις τοῦ σλζ' μύθου
Μυῖα



Μυῖά τις ἐμπεσοῦσα εἰς χύτραν πλήρη κρέως  εὐδαίμων ἦν ἐκεὶ  ἐν τοσούτῳ σίτῳ ἀποθανουμένη.

Ἀνάγνωσις τοῦ σλη' μύθου


Μηναγύρται
Μηναγύρται ὄνον ἔχοντες τούτῳ εἰώθεσαν τὰ σκεύη ἐπιτιθέντες ὁδοιπορεῖν. Καὶ δή ποτε ἀποθανόντος αὐτοῦ ἀπὸ κόπου, ἐκδείραντες αὐτόν, ἐκ τοῦ δέρματος τύμπανα κατεσκεύασαν καὶ τούτοις ἐχρῶντο. Ἑτέρων δὲ αὐτοῖς μηναγυρτῶν ἀπαντησάντων καὶ πυνθανομένων αὐτῶν ποῦ εἴη ὁ ὄνος, ἔφασαν τεθνηκέναι μὲν αὐτόν, πληγὰς δὲ τοσαύτας λαμβάνειν ὅσας ποτὲ οὐδὲ ζῶν ὑπέμεινεν.
Οὕτω καὶ τῶν οἰκετῶν ἕνιοι, καίπερ τῆς δουλείας ἀφειμένοι, τῶν δουλικῶν ἀρχῶν οὐκ ἀπαλλάττονται.
Μύες καὶ γαλαῖ
Μυσὶ καὶ γαλαῖς πόλεμος ἦν. Ἀεὶ δὲ οἱ μύες ἡττώμενοι, ἐπειδὴ συνῆλθον εἰς ταὐτόν, ὑπέλαβον ὅτι δι᾿ ἀναρχίαν τοῦτο πάσχουσιν· ὅθεν ἐπιλεξάμενοί τινας ἑαυτῶν στρατηγοὺς ἐχειροτόνησαν. Οἱ δὲ βουλόμενοι ἐπισημότεροι τῶν ἄλλων φανῆναι, κέρατα κατασκευάσαντες ἑαυτοῖς συνῆψαν. Ἐνστάσης δὲ τῆς μάχης, συνέβη πάντας τοὺς μύας ἡττηθῆναι. Οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὰς ὀπὰς καταφεύγοντες ῥᾳδίως εἰσέδυνον· οἱ δὲ στρατηγοὶ μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὐτῶν συλλαμβανόμενοι κατησθίοντο.
Οὕτω πολλοῖς ἡ κενοδοξία κακῶν αἰτία γίνεται.
Μυῖα
Μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν· « Ἀλλ᾿ ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι· κἂν ἀποθάνω, οὐδέν μοι μέλει. »
Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθήσῃ.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.