Friday, July 21, 2017

Μῦθοι Αἰσώπειοι· σ', σα', σβ'

Λέων καὶ ἄρκτος καὶ ἀλώπηξ


Λέων καὶ ἄρκτος πολὺν χρόνον ἀλλήλοις μαχεσάμενοι  περὶ νέου ἐλάφου, κεκοπιακότες καὶ τετρωμένοι ἔκειντο. Ἀλώπηξ δέ τις περιτυχοῦσα ἀπέλαβε τὸ πτῶμα, τῶν ἄλλων ἀντιστῆναι οὐ δυναμένων.

Ἀνάγνωσις τοῦ σ' μύθου

Λέων καὶ βάτραχος


Λέων  ἀκούσας  τὴν φωνὴν βατράχου ἐνόμιζεν αὐτὸν μέγα ζῷον ὄντα. Ἔπειτα δὲ πυθόμενος τὸν βάτραχον μικρὸν ὄντα, καταφρονήσας κατεπάτησεν αὐτόν.

Ἀνάγνωσις τοῦ σα' μύθου

Λέων καὶ δελφίς


Ὁ λέων καὶ ὁ δελφὶς σύμμαχοι ἐγένοντο. Ὁ μὲν γὰρ βασιλεὺς τῶν ἐπὶ τῆς γῆς ζῴων ἐστίν, ὁ δὲ τῶν ἐν τῇ θαλάσσῃ. Ἐπειδὴ ὁ λέων ἐμαχέσατο ταύρῳ καὶ ὁ δελφὶς οὐ δυνάμενος προσελθεῖν οὐκ ἐβοήθησεν, ἐκεῖνος ἐμέμφετο τοῦτον. Ὁ δὲ δελφὶς παραιτούμενος εἶπεν ὅτι διὰ τὴν ἑαυτοῦ θαλασσίαν φύσιν οὐκ ἔλθοι.

Ἀνάγνωσις τοῦ σβ' μύθου


Λέων καὶ ἄρκτος καὶ ἀλώπηξ
Λέων καὶ ἄρκτος, ἐλάφου νεβρὸν εὑρόντες, περὶ τούτου ἐμάχοντο. Δεινῶς δὲ ὑπ᾿ ἀλλήλων διατεθέντες, ἐπειδὴ ἐσκοτώθησαν, ἡμιθανεῖς ἔκειντο. Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸν δὲ νεβρὸν ἐν μέσῳ κείμενον, ἀραμένη αὐτόν, διὰ μέσων αὐτῶν ἀπηλλάττετο. Οἱ δὲ ἐξαναστῆναι μὴ δυνάμενοι ἔφασαν· « Ἄθλιοι ἡμεῖς, εἴ γε ἀλώπεκι ἐμοχθοῦμεν. »
Ὁ λόγος δηλοῖ ὅτι εὐλόγως ἐκεῖνοι ἄχθονται οἳ τῶν ἰδίων πόνων τοὺς τυχόντας ὁρῶσι τὰς ἐπικαρπίας ἀποφερομένους.
Λέων καὶ βάτραχος
Λέων ἀκούσας βατράχου κεκραγότος ἐπεστράφη πρὸς τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. Προσμείνας δὲ μικρὸν χρόνον, ὡς ἐθεάσατο αὐτὸν ἀπὸ τῆς λίμνης ἐξελθόντα, προσελθὼν καταπάτησεν εἰπών· « Εἶτα τηλικοῦτος ὢν τηλικαῦτα βοᾷς; »
Πρὸς ἄνδρα γλωσσαλγίαν οὐδὲν πλέον τοῦ λαλεῖν δυνάμενον ὁ λόγος εὔκαιρος.
Λέων καὶ δελφίς
Λέων ἐπί τινι αἰγιαλῷ πλαζόμενος, ὡς ἐθεάσατο δελφῖνα παρακύψαντα, [ ὡς ] ἐπὶ συμμαχίαν τοῦτον παρεκάλεσε λέγων ὅτι ἁρμόττει μάλιστα φίλους αὐτοὺς καὶ βοηθοὺς γενέσθαι· ὁ μὲν γὰρ τῶν θαλαττίων ζῴων, αὐτὸς δὲ τῶν χερσαίων βασιλεύει. Τοῦ δὲ ἀσμένως ἐπινεύσαντος, ὁ λέων ἐπὶ πολὺν χρόνον μάχην ἔχων πρὸς ταῦρον ἄγριον ἐπεκαλεῖτο τὸν δελφῖνα ἐπὶ βοήθειαν. Ὡς δὲ ἐκεῖνος καίπερ βουλόμενος ἐκβῆναι τῆς θαλάσσης οὐκ ἠδύνατο, ᾐτιᾶτο αὐτὸν ὁ λέων ὡς προδότην. Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὴν φύσιν, ἥτις με θαλάττιον ποιήσασα γῆς οὐκ ἐᾷ ἐπιβαίνειν. »
Οὕτως καὶ ἡμᾶς δεῖ φιλίαν σπενδομένους τοιούτους ἐπιλέγεσθαι συμμάχους οἳ ἐν κινδύνοις παρεῖναι ἡμῖν δύνανται.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.