Friday, June 16, 2017

Μῦθοι Αἰσώπειοι· ρπζ', ρπη', ρπθ'

Κύων <λέοντα διώκων> καὶ ἀλώπηξ


Κύων θηρευτικὸς ἐδίωκε λέοντα. Ἐπειδὴ ὁ λέων ἐπιστραφεὶς ἐβρύχησατο, ὁ κύων ἔφυγεν. Ἀλώπηξ τις ταῦτα ἰδοῦσα κατεῖπεν αὐτοῦ τὴν δειλίαν.

Ἀνάγνωσις τοῦ ρπζ' μύθου

Κώνωψ καὶ λέων


Κώνωψ τις οὐ φοβούμενος λέοντα καὶ μεγαλοφρονῶν ἐπῆλθεν αὐτῷ ἐν τῷ προσώπῳ. Ὁ δὲ οὐ δυνάμενος μὲν μάχεσθαι, τραυματίσας δὲ ἑαυτὸν τοῖς ὄνυξιν, ἡσσήθη.  Ὁ οὖν κώνωψ ᾖσε περὶ τῆς νίκης. Ἀποπτάμενος δὲ καὶ πεσὼν εἰς δίκτυον ἀράχνης ἀπέθανεν. Μέγας μὲν ὁ λέων, ὃντινα ὁ κώνωψ ἐνίκησε, μικρὰ δὲ ἡ ἀράχνη, ἡ τὸν κώνωπα φαγοῦσα.

Ἀνάγνωσις τοῦ ρπη' μύθου

Κώνωψ καὶ ταῦρος



Οὗτος ὁ κώνωψ ἀστεῖός ἐστιν. Μέλλων γὰρ ἀποπέτεσθαι ἀπὸ τοῦ κέρατος ταύρου τινός, ὅπου πολὺ χρόνον διέτριβεν, ἤρετο τὸν βοῦν πότερον δέοι ἀπελθεῖν. Ὁ δὲ ἀποκρινάμενος εἶπεν οὔτε τῆς ἀφίξεως αἰσθέσθαι  οὔτε τῆς ἀποχωρήσεως αἰσθήσεσθαι.

Ἀνάγνωσις τοῦ ρπθ' μύθου


Κύων <λέοντα διώκων> καὶ ἀλώπηξ
Κύων θηρευτικὸς λέοντα ἰδών, τοῦτον ἐδίωκεν. Ὡς δὲ ἐπιστραφεὶς ὁ λέων ἐβρυχήσατο, φοβηθεὶς εἰς τοὐπίσω ἔφυγεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη· « Ὦ κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες, οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας; »
Ὁ λόγος λεχθείη ἂν ἐπ᾿ ἀνδρῶν αὐθάδων οἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζουσιν.
Κώνωψ καὶ λέων
Κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν· « Οὔτε φοβοῦμαί σε, οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μή, τί σοί ἐστιν ἡ δύναμις; ὅτι ξύεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ. Ἐγὼ δὲ λίαν ὑπάρχω σου ἰσχυρότερος. Εἰ δὲ θέλεις, ἔλθωμεν καὶ εἰς πόλεμον. » Καὶ σαλπίσας ὁ κώνωψ ἐνεπήγετο, δάκνων τὰ περὶ τὰς ῥίνας αὐτοῦ ἄτριχα πρόσωπα. Καὶ ὁ λέων τοῖς ἰδίοις ὄνυξι κατέλυεν ἑαυτόν, ἕως ἀπηύδησεν. Ὁ δὲ κώνωψ νικήσας τὸν λέοντα, σαλπίσας καὶ ἐπινίκιον ᾄσας, ἔπτατο· καὶ ἀράχνης δεσμῷ ἐμπλακεὶς ἐσθιόμενος ἀπωδύρετο πῶς μεγίστοις πολεμῶν ὑπό εὐτελοῦς ζῴου, τῆς ἀράχνης, ἀπώλετο.
Κώνωψ καὶ ταῦρος
Κώνωψ ἐπιστὰς κέρατι ταύρου καὶ πολὺν χρόνον ἐπικαθίσας, ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλ᾿ οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι. »
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιβλαβὴς ἢ ὠφέλιμός ἐστι.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.