Friday, June 23, 2017

Μῦθοι Αἰσώπειοι· ρϙ', ρϙα', ρϙβ'

Λαγωοὶ καὶ ἀλώπεκες


Οἱ λαγωοὶ ᾔτησαν τοὺς ἀετοὺς συμμαχοὺς γένεσθαι ἐπὶ τὰς ἀλώπεκας. Οἱ δὲ ἀετοὶ εἰδότες τοὺς λαγωούς τε καὶ τὰς ἀλώπεκας ἠρνήσαντο.

Ἀνάγνωσις τοῦ ρϙ' μύθου

Λαγωοὶ καὶ βάτραχοι

Lepores et Ranae


Οἱ λαγωοὶ δοκοῦντες ταλαίπωροι εἶναι ἐβουλεύσαντο αὐτοχειρὶ ἀποθάνειν ὡς εἰς λίμνην πηδησόμενοι. Οἱ δὲ βάτραχοι ἰδόντες τοσούτους  λαγωοὺς εἰς τὴν λίμνην ἔσπευσαν. Εἷς δὲ τῶν λαγωῶν φρονιμώτερος ὢν εἶπεν ὅτι δέοι στῆναι. Ἄλλοι γὰρ εἴησαν  ταλαιπωρότεροι τῶν λαγωῶν.

Ἀνάγνωσις τοῦ ρϙα' μύθου

Λαγωὸς καὶ ἀλώπηξ

Harefox

Λαγωός τις βουλόμενος εἰδέναι πότερον ἡ ἀλώπηξ ὄντως κερδαλέα εἴη, εἰς δεῖπνον κληθείς,  παρέσχεν ἑαυτὸν δεῖπνον αὐτῇ .

Ἀνάγνωσις τοῦ ρϙβ' μύθου


Λαγωοὶ καὶ ἀλώπεκες
Λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. Αἱ δὲ ἔφησαν· « Ἐβοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε. »
Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι.
Λαγωοὶ καὶ βάτραχοι
Οἱ λαγωοί ποτε συνελθόντες τὸν ἑαυτῶν πρὸς ἀλλήλους ἀπεκλαίοντο βίον ὡς ἐπισφαλὴς εἴη καὶ δειλίας πλέως· καὶ γὰρ καὶ ὑπ᾿ ἀνθρώπων καὶ κυνῶν καὶ ἀετῶν καὶ ἄλλων πολλῶν ἀναλίσκονται· βέλτιον οὖν εἶναι θανεῖν ἅπαξ ἢ διὰ βίου τρέμειν. Τοῦτο τοίνυν κυρώσαντες, ὥρμησαν κατὰ ταὐτὸν εἰς τὴν λίμνην, ὡς εἰς αὐτὴν ἐμπεσούμενοι καὶ ἀποπνιγησόμενοι. Τῶν δὲ καθημένων κύκλῳ τῆς λίμνης βατράχων, ὡς τὸν τοῦ δρόμου κτύπον ᾔσθοντο, εὐθὺς εἰς ταύτην εἰσπηδησάντων, τῶν λαγωῶν τις ἀγχινούστερος εἶναι δοκῶν τῶν ἄλλων ἔφη· « Στῆτε, ἑταῖροι, μηδὲν δεινὸν ὑμᾶς αὐτοὺς διαπράξησθε· ἤδη γάρ, ὡς ὁρᾶτε, καὶ ἡμῶν ἕτερ᾿ ἐστὶ ζῷα δειλότερα. »
Ὁ μῦθος δηλοῖ ὅτι οἱ δυστυχοῦντες ἐξ ἑτέρων χείρονα πασχόντων παραμυθοῦνται.
Λαγωὸς καὶ ἀλώπηξ
Ὁ λαγωὸς τῇ ἀλώπεκι· « Ὄντως πολλὰ κερδαίνεις ἢ ἔχεις ὅτι ὄνομά σοι κερδώ ἐστιν; » Ἡ δὲ ἀλώπηξ· « Εἰ ἀπιστεῖς, ἔφη, δεῦρο· ἐγὼ ἑστιῶ σε. » Ὁ δὲ ἠκολούθει καὶ ἦν ἔνδον οὐδὲν ἢ ὁ λαγωὸς δεῖπνος τῇ ἀλώπεκι. Ὁ δὲ λαγωὸς ἔφη· « Σὺν κακῷ μέν, ἀλλ᾿ ἔμαθόν σου τὸ ὄνομα πόθεν ἐστί, οὐκ ἀπὸ τοῦ κερδαίνειν, ἀλλ᾿ ἀπὸ τοῦ δολοῦν. »
Ὅτι τοῖς περιέργοις πολλάκις μέγιστον κακὸν συνέβη κακῶς τῇ περιεργείᾳ χρωμένοις.

Friday, June 16, 2017

Μῦθοι Αἰσώπειοι· ρπζ', ρπη', ρπθ'

Κύων <λέοντα διώκων> καὶ ἀλώπηξ


Κύων θηρευτικὸς ἐδίωκε λέοντα. Ἐπειδὴ ὁ λέων ἐπιστραφεὶς ἐβρύχησατο, ὁ κύων ἔφυγεν. Ἀλώπηξ τις ταῦτα ἰδοῦσα κατεῖπεν αὐτοῦ τὴν δειλίαν.

Ἀνάγνωσις τοῦ ρπζ' μύθου

Κώνωψ καὶ λέων


Κώνωψ τις μὴ φοβούμενος λέοντα καὶ μεγαλοφρονῶν ἐπῆλθεν αὐτῷ ἐν τῷ προσώπῳ. Ὁ μὲν μὴ δυνάμενος μάχεσθαι, τραυματίσας δὲ ἑαυτὸν τοῖς ὄνυξιν, ἡσσήθη. Ὁ οὖν κώνωψ ᾖσε περὶ τῆς νίκης. Ἀποπτάμενος δὲ καὶ πεσὼν εἰς δίκτυον ἀράχνης ἀπέθανεν. Μέγας μὲν ὁ λέων, ὃντινα ὁ κώνωψ ἐνίκησε, μικρὰ δὲ ἡ ἀράχνη, ἡ τὸν κώνωπα φαγοῦσα.

Ἀνάγνωσις τοῦ ρπη' μύθου

Κώνωψ καὶ ταῦρος



Οὗτος ὁ κώνωψ ἀστεῖός ἐστιν. Μέλλων γὰρ ἀποπέτεσθαι ἀπὸ τοῦ κέρατος ταύρου τινός, ὅπου πολὺ χρόνον διέτριβεν, ἤρετο τὸν βοῦν πότερον δέοι ἀπελθεῖν. Ὁ δὲ ἀποκρινάμενος εἶπεν οὔτε τῆς ἀφίξεως αἰσθέσθαι  οὔτε τῆς ἀποχωρήσεως αἰσθήσεσθαι.

Ἀνάγνωσις τοῦ ρπθ' μύθου


Κύων <λέοντα διώκων> καὶ ἀλώπηξ
Κύων θηρευτικὸς λέοντα ἰδών, τοῦτον ἐδίωκεν. Ὡς δὲ ἐπιστραφεὶς ὁ λέων ἐβρυχήσατο, φοβηθεὶς εἰς τοὐπίσω ἔφυγεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη· « Ὦ κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες, οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας; »
Ὁ λόγος λεχθείη ἂν ἐπ᾿ ἀνδρῶν αὐθάδων οἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζουσιν.
Κώνωψ καὶ λέων
Κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν· « Οὔτε φοβοῦμαί σε, οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μή, τί σοί ἐστιν ἡ δύναμις; ὅτι ξύεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ. Ἐγὼ δὲ λίαν ὑπάρχω σου ἰσχυρότερος. Εἰ δὲ θέλεις, ἔλθωμεν καὶ εἰς πόλεμον. » Καὶ σαλπίσας ὁ κώνωψ ἐνεπήγετο, δάκνων τὰ περὶ τὰς ῥίνας αὐτοῦ ἄτριχα πρόσωπα. Καὶ ὁ λέων τοῖς ἰδίοις ὄνυξι κατέλυεν ἑαυτόν, ἕως ἀπηύδησεν. Ὁ δὲ κώνωψ νικήσας τὸν λέοντα, σαλπίσας καὶ ἐπινίκιον ᾄσας, ἔπτατο· καὶ ἀράχνης δεσμῷ ἐμπλακεὶς ἐσθιόμενος ἀπωδύρετο πῶς μεγίστοις πολεμῶν ὑπό εὐτελοῦς ζῴου, τῆς ἀράχνης, ἀπώλετο.
Κώνωψ καὶ ταῦρος
Κώνωψ ἐπιστὰς κέρατι ταύρου καὶ πολὺν χρόνον ἐπικαθίσας, ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλ᾿ οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι. »
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιβλαβὴς ἢ ὠφέλιμός ἐστι.

Friday, June 9, 2017

Μῦθοι Αἰσώπειοι· ρπδ', ρπε', ρπϛ'

Κύων <κοιμώμενος> καὶ λύκος


Λύκος τις ἑλὼν κύνα καθεύδοντα, ἱκετεύσαντος αὐτοῦ ἵνα ἐκεῖνος φείσαιτο, παχίονα γάρ, ὁ κύων ἔφη, μετὰ τοὺς τῆς δεσπότου γάμους ἔσεσθαι,  ἀφῆκεν αὐτόν. Ἐπιστραφέντος δὲ τοῦ λύκου ὡς ἐδομένου τὸν κύνα, αὐτὸς  ἐπὶ τοῦ οἴκου στὰς  παραίνεσεν ἐκεῖνον εὐθὺς καταφαγεῖν αὐτὸν  μηδὲ γάμους προσδοκῆσαι, εἰ πάλιν εὗροι τὸν κύνα καθεύδοντα.

Ἀνάγνωσις τοῦ ρπδ' μύθου

Κύων κρέας φέρουσα

Dog and reflection aberdeen

Κύων ἔχουσα κρέας ἐν τῷ στόματι καὶ διαβαινοῦσα πόταμον, ἰδοῦσα τὸ ἑαυτῆς εἶδος καὶ ἀφῆκεν τὸ φορτίον. Ἐνομίζε γὰρ ἄλλην κύνα εἶναι μεῖζον μέρος φέρουσαν.

Ἀνάγνωσις τοῦ ρπε' μύθου

Κύων κωδωνοφορῶν

Canis Mordax  - Osius

Ἄνθρωπός τις κύνα πάντας δεκνόντα ἔχων κώδωνα ἐπέθηκεν αὐτῷ. Ὁ μὲν ἐκαυχᾶτο ἐν τῇ ἀγορᾷ. Κύων δέ τις προβεβηκυῖα τῶν ἡμέρων ἐμέμψατο αὐτόν διὰ τὴν κενοδοξίαν.

Ἀνάγνωσις τοῦ ρπϛ' μύθου


Κύων <κοιμώμενος> καὶ λύκος
Κύων πρὸ ἐπαύλεώς τινος ἐκάθευδε. Λύκου δ᾿ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θήσειν αὐτὸν, ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι. « Νῦν μὲν γάρ, φησί, λεπτός εἰμι καὶ ἰσχνός· ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους, κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι. » Ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθ᾿ ἡμέρας δ᾿ ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει, ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν. Καὶ ὁ κύων· « Ἀλλ᾿, ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς ἐπαύλεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνῃς. »
Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν α̣νθρώπων, ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο φυλάττονται.
Κύων κρέας φέρουσα
Κύων κρέας ἔχουσα ποταμὸν διέβαινε· θεασαμένη δὲ τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ὑπέλαβεν ἑτέραν κύνα εἶναι μεῖζον κρέας ἔχουσαν. Διόπερ ἀφεῖσα τὸ ἴδιον ὥρμησεν ὡς τὸ ἐκείνης ἀφαιρησομένη. Συνέβη δὲ αὐτῇ ἀμφοτέρων στερηθῆναι, τοῦ μὲν μὴ ἐφικομένῃ, διότι οὐδὲ ἦν, τοῦ δὲ, ὅτι ὑπὸ τοῦ ποταμοῦ παρεσύρη.
Πρὸς ἄνδρα πλεονέκτην ὁ λόγος εὔκαιρος.
Κύων κωδωνοφορῶν
Λάθρᾳ κύων ἔδακνε. Τούτῳ δὲ ὁ δεσπότης κώδωνα ἐκρέμασεν, ὥστε πρόδηλον εἶναι τοῖς πᾶσι. Οὗτος δὲ τὸν κώδωνα σείων ἐν τῇ ἀγορᾷ ἠλαζονεύετο. Γραῦς δὲ κύων εἶπεν αὐτῷ· « Τί φαντάζῃ; οὐ δι᾿ ἀρετὴν τοῦτον φορεῖς, ἀλλὰ δι᾿ ἔλεγχον τῆς κεκρυμμένης σου κακίας. »
Ὅτι οἱ τῶν ἀλαζόνων κενόδοξοι τρόποι πρόδηλοί εἰσι δηλοῦντες τὴν ἀφανῆ κακίαν.

Friday, June 2, 2017

Μῦθοι Αἰσώπειοι· ρπα', ρπβ', ρπγ'

Κύων καὶ κόχλος

Ostrea edulis Marennes p1050140 

Ὁ κύων καταπιὼν  κόχλον ἔμαθε τόδε· οὐ πάντα τὰ στρογγύλα ἐστὶν ᾠά.

Ἀνάγνωσις τοῦ ρπα' μύθου

Κύων καὶ λαγωός

Ceiling panel with a dog pursuing a hare - Google Art Project

Ὦ κύον, ἔφη ὁ λαγώς, συνέλαβές με. Νῦν διατί  ποτε μὲν δάκνεις με, ποτὲ δὲ τὰ χείλη μου λάχεις; Ἆρα ἐχθρὸς ἢ φίλος εἶ;

Ἀνάγνωσις τοῦ ρπβ' μύθου

Κύων καὶ μάγειρος

Canis et Coquus


Μάγειρός τις, ᾧ κύων κάρδιαν ἐκεκλόφει, τῷ κυνὶ εἶπεν ἐκεῖνον οὐ μὲν εἰληφέναι κάρδιαν ἀπ' αὐτοῦ, δῶναι δὲ καρδίαν, τοῦτ' ἔστι μνημοσύνη,  ὥστε αὐτὸν ἀεὶ φυλάξεσθαι ἐκεῖνον.

Ἀνάγνωσις τοῦ ρπγ' μύθου


Κύων καὶ κόχλος
Ὠά τις κύων καταπίνειν εἰθισμένος, ἰδών τινα κόχλον, χάνας τὸ στόμα αὐτοῦ, μεγίστῃ συνολκῇ καταπέπωκε τοῦτον, οἰηθεὶς ὠὸν εἶναι. Βαρούμενος δὲ τὰ σπλάγχνα καὶ ὀδυνώμενος ἔλεγε· « Δίκαια ἔγωγε πέπονθα, εἴγε πάντα περιφερῆ ὠὰ πεπίστευκα. »
Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι οἱ ἀδικάστως πρᾶγμα προσιόντες λανθάνουσιν ἑαυτοὺς περιπείροντες ἀτόποις.
Κύων καὶ λαγωός
Κύων θηρευτικὸς λαγωὸν συλλαβών, τοῦτον ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ αυ̣τοῦ τὰ χείλη περιέλειχεν. Ὁ δὲ ἀπαυδήσας ἔφη πρὸς αὐτόν· « Ἀλλ᾿, ὦ οὗτος, παῦσαί με καταδάκνων ἢ καταφιλῶν, ἵνα γνῶ πότερον ἐχθρὸς ἢ φίλος μου καθέστηκας. »
Πρὸς ἄνδρα ἀμφίβολον ὁ λόγος εὔκαιρος.
Κύων καὶ μάγειρος
Κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ, τοῦ μαγείρου ἀσχολουμένου, καρδίαν ἁρπάσας, ἔφυγεν. Ὁ δὲ μάγειρος ἐπιστραφείς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εῖπεν· « Ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἂν ᾖς, φυλάξομαί σε· οὐ γὰρ ἀπ᾿ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ᾿ ἐμοὶ καρδίαν ἔδωκας. »
Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται.