Friday, May 26, 2017

Μῦθοι Αἰσώπειοι· ροη', ροθ', ρπ'

Κύων <ἑστιώμενος> ἢ Ἄνθρωπος καὶ κύων

Canis et Coquus

Κύων τις ἐκάλεσεν ἄλλον κύνα πρὸς δεῖπνον ὑπὲρ τοῦ ἑαυτοῦ δεσπότου παρεσκευασμένον. Ὁ οὖν κεκλημένος ἰδὼν τοσαύτην καὶ τοιαύτην τροφὴν πολὺ ἐχάρην. Ὁ δὲ μάγειρος λαβὼν αὐτὸν διὰ τῆς θυρίδος ἐξέβαλεν ἐκ τῆς οἰκίας. Τῶν δὲ ἄλλων κυνῶν αὐτὸν περὶ τοῦ δείπνου ἐρομένων, οὗτος ἀπεκρίνατο λέγων ὅτι οὕτω μεθυσθείη ὥστε μὴ εἰδέναι ὅθεν ἐξέλθοι.

Ἀνάγνωσις τοῦ ροη' μύθου

Κύων <θηρευτικὸς καὶ κύνες>


Διὰ τί φεύγεις, ἤροντο οἱ παρὰ τὴν ὅδον κύνες, ἐκ τῆς οἰκίας σου, ὦ κύον; Ἆρα οὐκ ἰκανῶς τρέφει σε ὁ θηρευτής, ὁ δεσπότης σου; Πάνυ γε, ἔφη ὁ κύων, ἀλλὰ δεῖ με ἀεὶ μαχέσθαι λέουσι καὶ ἄρκτοις. Ὑμεῖς δὲ καίπερ ἧσσον ἐσθίοντες ἀσφαλεῖς ἐστε.

Ἀνάγνωσις τοῦ ροθ' μύθου

Κύων καὶ ἀλεκτρυὼν καὶ ἀλώπηξ


Ἀλεκτρυὼν καὶ κύων φίλοι ὄντες ἐβάδιζον. Ὀψίας δὲ γενομένης, ὁ μὲν ἀλεκτρυὼν ἐκάθισεν ἐπὶ κλάδῳ δέδρου κοιλίαν ἔχοντος. Ὀ δὲ κύων κατῆλθεν εἰς τὴν κολίαν.  Ἀλώπηξ δὲ προσῆλθεν ἐπιθυμοῦσα μὲν καταφαγεῖν τὸν ἀλεκτρυόνα λέγουσα δὲ ὅτι βούλεται τὴν φωνὴν ἀκοῦσαι. Πεμψάντος δὲ τοῦ ἀλεκτρύονος τὴν ἀλώπεκα πρὸς τὸν κύονα ὡς θυρωρὸν ὄντα, οὗτος ἀπέκτεινεν αὐτήν.

Ἀνάγνωσις τοῦ ρπ' μύθου


Κύων <ἑστιώμενος.> ἢ Ἄνθρωπος καὶ κύων
Ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινὰ τῶν φίλων αὐτῷ καὶ οἰκείων. Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· « Ὦ φίλε, δεῦρο συνδείπνησόν μοι. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαβαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι. » Ταῦτα καθ᾿ ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔρριψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. Ὁ δὲ κατιὼν ἀπῄει μεγάλως κράζων. Τῶν τις δὲ κυνῶν, τῶν καθ᾿ ὁδὸν αὐτῷ σαναντώντων, ἐπηρώτα· « Πῶς ἐδείπνησας, φίλος; » Ὁ δὲ πρὸς αὐτὸν ὑπολαβὼν ἔφη· « Ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν αὐτὴν ὅθεν ἐξῆλθον οἶδα. »
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις.
Κύων <θηρευτικὸς καὶ κύνες>
Κύων τρεφόμενος ἐν οἴκῳ, θηρσὶν εἰδὼς μάχεσθαι, ἰδὼν πολλοὺς ἐν τάξει ἱσταμένους, ῥήξας τὸν κλοιὸν τοῦ τραχήλου, ἔφευγε διὰ τῶν ἀμφόδων. Κύνες δὲ ἄλλοι τοῦτον ἰδόντες εὐτραφῆ οἷα ταῦρον εἶπον· « Τί φεύγεις; » Ὁ δὲ εἶπεν· « Ὅτι μὲν τροφῇ συζῶ περισσῇ οἶδα καὶ σῶμα τὸ ἐμὸν εὐφραίνω· ἀεὶ δὲ πλησίον εἰμὶ θανάτου, ἄρκοις καὶ λέουσι μαχόμενος. » Οἱ δὲ πρὸς ἀλλήλους εἶπον· « Καλὸν βίον ἡμεῖς, εἰ καὶ πενιχρόν, ζῶμεν, οἵτινες οὔτε λέουσι οὔτε ἄρκοις μαχόμεθα. »
Ὅτι οὐ δεῖ κινδύνους ἑαυτῷ ἐπιφέρειν διὰ τρυφὴν καὶ ματαίαν δόξαν, ἀλλὰ τούτους ἐκφεύγειν.
Κύων καὶ ἀλεκτρυὼν καὶ ἀλώπηξ
Κύων καὶ ἀλεκτρυὼν ἑταιρείαν ποιησάμενοι ὥδευον. Ἑσπέρας δὲ καταλαβούσης, ὁ μὲν ἀλεκτρυὼν ἐπὶ δένδρου ἐκάθευδεν ἀναβάς, ὁ δὲ κύων πρὸς τῇ ῥίζῃ τοῦ δένδρου κοίλωμα ἔχοντος. Τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος, ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου· ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν ζῷον ἔχον ἀσπάσασθαι. Τοῦ δὲ εἰπόντος τὸν θυρωρὸν πρότερον διυπνίσαι ὑπὸ τὴν ῥίζαν καθεύδοντα, ὡς, ἐκείνου ἀνοίξαντος, κατελθεῖν, κἀκείνης ζητούσης αὐτὸν φωνῆσαι, ὁ κύων αἴφνης πηδήσας αὐτὴν διεσπάραξεν.
Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τοὺς ἐχθροὺς ἐπελθόντας πρὸς ἰσχυροτέρους πέμπουσι παραλογιζόμενοι.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.