Friday, May 19, 2017

Μῦθοι Αἰσώπειοι· ροε', ροϛ', ροζ'

Κύνες δύο

Canes Duo, Domesticus et Venaticus

Δυοῖν κυνοῖν  ὁ μὲν ἕτερος ἐθήρευε μετὰ τοῦ δεσπότου, ὁ δὲ ἕτερος οἴκοι μένων ἐφύλασσεν. Ἔριδος δὲ περὶ  τοῦ σίτου γενομένης, οὗτος ἐκείνῳ· μὴ οργισθῇς εμοί, φη, ἀλλὰ τῷ δεσπότῃ, ὅς γε περὶ ἡμῶν οὕτως ἐπέταξεν.

Ἀνάγνωσις τοῦ ροε' μύθου

Κύνες λιμώττουσαι

Canes et Corium

Μῶραι κύνες ἰδοῦσαι δέρμα ἐπὶ ποταμῷ φερόμενον καὶ βουλόμεναι λαβεῖν αὐτό, ἐπειράσαντο ἐκπιεῖν πᾶν τὸ ὕδωρ. Καὶ διὰ τοῦτο διαρραγεῖσαι ἀπέθανον.

Ἀνάγνωσις τοῦ ροϛ' μύθου

Κυνόδηκτος



Ἄνθρωπός τις κυνὶ δηχθεὶς ἴασιν ἐζήτει. Δεῖ σε, ἔφη τις, ἄρτῳ τὸ αἷμα ἐκμάξαι καὶ βαλεῖν αὐτὸν πρὸς ἐκεῖνον τὸν κύνα. Ὁ δὲ ἀποκρινάμενος εἶπεν ὅτι εἰ τοῦτο ποιήσαιμι, πάντες  οἱ κύνες δάκνοιεν ἄν με.

Ἀνάγνωσις τοῦ ροζ' μύθου


Κύνες δύο
Ἔχων τις δύο κύνας, τὸν μὲν θηρεύειν ἐδίδασκε, τὸν δὲ οἰκουρὸν ἐποίησε. Καὶ δή, εἴ ποτε ὁ θηρευτὴς ἐξιὼν ἐπ᾿ ἄγραν συνελάμβανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέβαλλεν. Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴ γε αὐτὸς μὲν ἐξιὼν παρ᾿ ἕκαστα μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς αὐτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὸν δεσπότην, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλοτρίους δὲ πόνους κατεσθίειν. »
Οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσίν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἄγωσιν.
Κύνες λιμώττουσαι
Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήλαις ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσι, εἶθ᾿ οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. Συνέβη δὲ αὐταῖς πινούσαις διαρραγῆναι πρὶν ἢ τῶν βυρσῶν ἐφικέσθαι.
Οὕτως ἔνιοι τῶν ἀνθρώπων δι᾿ ἐλπίδα κέρδους ἐπισφαλεῖς μόχθους ὑφιστάμενοι φθάνουσι πρότερον καταναλισκόμενοι ἢ ὧν βούλονται περιγενόμενοι.
Κυνόδηκτος
Δηχθείς τις ὑπὸ κυνὸς περιῄει ζητῶν τὸν ἰασόμενον. Εἰπόντος δέ τινος οὕτως ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· « Ἀλλ᾿ ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι. »
Οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.