Friday, March 10, 2017

Μῦθοι Αἰσώπειοι· ρμε', ρμϛ', ρμζ'

Κάμηλος καὶ ἐλέφας καὶ πίθηκος

Camelus et Simia



Κατὰ τὸν πίθηκον οὔτε ἡ κάμηλος οὔτε ὁ ἐλέφας ἄξιός ἐστι τοῦ βασιλὲα τῶν ἀλόγων ζῴων γένεσθαι. Ὁ μὲν γὰρ ἐλέφας φοβεῖται τὰ χοιρίδια, ἡ δὲ κάμηλος τοὺς ἀδίκους οὐ μισεῖ.

Ἀνάγνωσις τοῦ ρμε' μύθου

Κάμηλος καὶ Ζεύς

camelus et Iuppiter

Ἡ κάμηλος ἐπιθυμοῦσα τὰ τῶν βοῶν κέρατα ἔχειν προσελθοῦσα ᾔτησε τὸν Δία. Ὁ δὲ ὀργισθεὶς καὶ μέρος τι τῶν ὤτων αὐτῆς ἀφεῖλεν.

Ἀνάγνωσις τοῦ ρμϛ' μύθου

Κάμηλος ὀρχουμένη

Stockhausen Michaelion Kameltanz 24Aug2012(1)

Ὁ μὲν μῶρος δεσπότης βούλεται τὴν κάμηλον ὀρχεῖσθαι. Ἡ δὲ οὕτως αἰσχρά ἐστιν ὥστε καὶ ἀκόσμως περιπατεῖν.

Ἀνάγνωσις τοῦ ρμζ' μύθου


Κάμηλος καὶ ἐλέφας καὶ πίθηκος
Τῶν ἀλόγων ζῴων βουλευομένων βασιλέα ἑλέσθαι, κάμηλος καὶ ἐλέφας καταστάντες ἐφιλονείκουν, καὶ διὰ τὸ μέγεθος τοῦ σώματος καὶ διὰ τὴν ἰσχὺν ἐλπίζοντες πάντων προκρίνεσθαι. Πίθηκος δὲ ἀμφοτέρους ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, διότι χολὴν οὐκ ἔχει κατὰ τῶν ἀδικούντων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστὶ μὴ χοιρίδιον, ὃ δέδοικεν, ἡμῖν ἐπιτιθῆται.
Ὁ λόγος δηλοῖ ὅτι πολλοὶ καὶ τῶν μεγίστων πραγμάτων διὰ μικρὰν αἰτίαν κωλύονται.
Κάμηλος καὶ Ζεύς
Κάμηλος θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν ἀγαλλόμενον, φθονήσασα αὐτῷ, ἐβουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι. Διόπερ παραγενομένη πρὸς τὸν Δία, τούτου ἐδέετο, ὅπως αὐτῇ κέρατα προσνείμῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾿ αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο.
Οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμιῶντες λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι.
Κάμηλος ὀρχουμένη
Κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχήσασθαι εἶπεν· « Ἀλλ᾿ οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα. »
Ὁ λόγος εἴρηται ἐν παντὶ ἔργῳ ἀπρέπειαν ἔχοντι.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.