Friday, February 3, 2017

Μῦθοι Αἰσώπειοι· ρλ', ρλα', ρλβ'

Ἡρακλῆς καὶ Πλοῦτος


Ὁ Ἡρακλῆς εἰς τὸν οὐρανὸν εἰσελθὼν πάντας μὲν τοὺς θεοὺς ἠσπάζετο, τοῦ δὲ Πλούτου κατεφρόνει. Τῷ δὲ Διὶ τὴν αἰτίαν ἐρομένῳ ἀποκρινάμενος εἶπε τὸν Πλοῦτον παρὰ τοῖς πονηροῖς διατρίβειν.

Ἀνάγνωσις τοῦ ρλ' μύθου
Ἥρως

Augustine sacrificing to an idol of the Manichaeans

Ἀνήρ τις  τῷ εἰδώλῳ ἥρωός τινος  ὡς πλεονάκις  ἔθυεν.  Ὁ οὖν ἥρως κατ' ὄναρ ὀφθεὶς παρεκάλεσεν αὐτὸν μὴ πάντα διαφθείρων μέμψεσθαι αὐτόν.

Ἀνάγνωσις τοῦ ρλα' μύθου
Θύννος καὶ δελφίς


Θύννος τις ὑπὸ δελφίνου πολὺ χρόνον διωκόμενος τέλος εἰς αἰγιαλὸν ἀφίκετο. Ἐνταῦθα μὲν ἀποθνῄσκων ἑωρακὼς δὲ καὶ τὸν θύννον οὐ δυνάμενον ἀπελθεῖν, ὁ θανατος, ἔφη, ἡδύς ἐστί μοι ὅτι ὁ ἔχθρός μου συναναλίσκεται.

Ἀνάγνωσις τοῦ ρλβ' μύθου


Ἡρακλῆς καὶ Πλοῦτος
Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο. Καὶ δὴ τελευταίου εἰσελθόντος τοῦ Πλούτου, κατὰ τοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν. Ὁ δὲ Ζεὺς θαυμάσας τὸ γεγονὸς ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι᾿ ἣν πάντας τοὺς δαίμονας προσαγορεύσας ἀσμένως μόνον τὸν Πλοῦτον ὑποβλέπεται. Ὁ δὲ εἶπεν· « Ἀλλ᾿ ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποβλέπομαι ὅτι παρ᾿ ὃν καιρὸν ἐν ἀνθρώποις ἤμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα. »
Ὁ λόγος λεχθείη ἂν ἐπ᾿ ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον.
Ἥρως
Ἥρωά τις ἐπὶ τῆς οἰκίας ἔχων, τούτῳ πολυτελῶς ἔθυεν. Ἀεὶ δὲ αὐτοῦ ἀναλισκομένου καὶ πολλὰ εἰς θυσίας δαπανῶντος, ὁ ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη· « Ἀλλ᾿, ὦ οὗτος, πέπαυσο τὴν οὐσίαν διαφθείρων· ἐὰν γὰρ πάντα ἀναλώσας πένης γένῃ, ἐμὲ αἰτιάσῃ. »
Οὕτω πολλοὶ διὰ τὴν ἑαυτῶν ἀβουλίαν δυστυχοῦντες τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.
Θύννος καὶ δελφίς
Θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ὁρμῆς ἐκβρασθεὶς εἴς τινα ἠϊόνα. Ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς αὐτῷ συνεξώσθη. Καὶ ὁ θύννος, ὡς ἐθεάσατο ἐπιστραφεὶς αὐτὸν λιποθυμοῦντα ἔφη· « Ἀλλ᾿ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μοι θανάτου γενόμενον συναποθνῄσκοντα. »
Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων γεγονότας δυστυχοῦντας.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.