Friday, February 17, 2017

Μῦθοι Αἰσώπειοι· ρλϛ', ρλζ', ρλη'

Ἰκτῖνος χρεμετίζων


Οἱ πάλαι ἰκτῖνοι φωνὴν καλὴν εἶχον. Ἀκούσαντες δὲ τὴν τῶν ἵππων ἐπεχείρουν μιμεῖσθαι  ὥστε μὴ δυνάμενοι χρεμετίζειν ἀπώλεσαν καὶ τὴν ἑαυτῶν φωνήν.

Ἀνάγνωσις τοῦ ρλϛ' μύθου

Ἰξευτὴς καὶ ἀσπίς

Auceps et Vipera - Osius


Οἱ πάλαι ἐχρῶντο τῷ τοῦ ἰξοῦ καρπῷ τοῦ τοὺς ὄρνιθας θηρεύειν. Ἰξευτὴς δέ τις ἐπιχειρῶν κίχλαν λαβεῖν οὐκ ἐθεάσατο ἀσπίδα ἐν τῇ πόᾳ κειμένην. Ἡ δὲ δακοῦσα ἀπέκτεινεν αὐτόν.

Ἀνάγνωσις τοῦ ρλζ' μύθου

Ἵππος γέρων

Sarcophagus milling scene - vatican museum

Ταλαίπωρος ὁ ἵππος. Ἐν μὲν γὰρ τῇ ἡλικίᾳ αὐτοῦ ἐν τοῖς ἱπποδρόμοις ἔτρεχεν. Νῦν δὲ γέρων γενόμενος ἐν τῷ μυλῶνι ἕλκει.

Ἀνάγνωσις τοῦ ρλη' μύθου


Ἰκτῖνος χρεμετίζων
Ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν. Ἵππου δὲ ἀκούσας καλῶς χρεμετίζοντος, μιμούμενος τὸν ἵππον καὶ συνεχῶς τοῦτο ποιῶν καὶ ταύτην μὴ καλῶς ἐκμαθών, καὶ τῆς ἰδίας φωνῆς ἐστέρηται, καὶ οὔτε τὴν τοῦ ἵππου ἔσχεν οὔτε τὴν πρώτην.
Ὅτι οἱ εὐτελεῖς καὶ φθονεροὶ ζηλοῦντες τοῦ παρὰ τὴν ἑαυτῶν φύσιν καὶ τῶν κατὰ φύσιν στεροῦνται.
Ἰξευτὴς καὶ ἀσπίς
Ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν ἐπ᾿ ἄγραν. Θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ δένδρου καθημένην, ταύτην συλλαβεῖν ἠβουλήθη. Καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔβλεπεν, ὅλος ὢν πρὸς τῷ ἀέρι τὸν νοῦν. Τοῦτον δὲ τὸν τρόπον ἄνω νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας· ἥτις ἐπιστραφεῖσα δῆξιν εἰς αὐτὸν ἀνῆκεν. Ὁ δὲ λιποψυχῶν ἔφη πρὸς ἑαυτόν· « Ἄθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βουλόμενος ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον. »
Οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες.
Ἵππος γέρων
Γέρων ἵππος ἐπράθη πρὸς τὸ ἀλήθειν. Ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι στενάζων εἶπεν· « Ἐκ ποίων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον. »
Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.