Friday, January 6, 2017

Μῦθοι Αἰσώπειοι· ριη', ριθ', ρκ'

Ζεὺς καὶ αἰσχύνη


Ὁ Ζεὺς ἐπιλαθόμενος ἐνθεῖναι τὴν Αἰσχύνην ἐν τοὺς ἀνθρώπους, ἐκέλευσεν αὐτὴν διὰ τοῦ πρωκτοῦ εἰσελθεῖν. Ἡ μὲν καίπερ λυπουμένη ὑπήκουσεν, νῦν δὲ φεύγει ὅταν μὴ κατὰ νόμον Ἔρως μεταξὺ ἀνθρώπων παραγένηται. Φεῦ τῶν Σοδομιτῶν.

Ἀνάγνωσις τοῦ ριη' μύθου

Ζεὺς καὶ ἀλώπηξ



Οὗτος ὁ μῦθος ὅμοιός ἐστι τῷ τῆς Γαλῆς καὶ Ἀφροδίτης. Νῦν δὲ ὁ Ζεὺς τὴν ἀλώπεκα βασιλίσσαν τῶν ζῴων ἐποιήσεν. Καὶ κάνθαρον ἔμπροσθεν αὐτῆς ἐπιθεὶς εἶδε τὴν ἄλωπεκα διώκουσαν τὸν κάνθαρον. Ἡ γὰρ φύσις οὐ μετηλλάγη. Ὁ οὐν Ζεὺς ὀργισθεὶς ἐστέρησε αὐτῆν τῆς βασιλείας.

Ἀνάγνωσις τοῦ ριθ' μύθου

Ζεὺς καὶ ἄνθρωποι

Critique of the Theory of Evolution Fig 076

Ὁ Ζεὺς ἐκέλευσε τὸν Ἑρμῆν τὸν ἴσον νοῦν τοὶς ἀνθρώποις δοῦναι. Οἱ οὖν  μικροὶ μᾶλλον πεπληρωμένοι τῶν μακρῶν καὶ διὰ τοῦτο φρονιμώτεροί εἰσιν. Ὁ μῦθος δηλοῖ ὅτι ὁ Αἴσωπος μικρὸς ἦν.

Ἀνάγνωσις τοῦ ρκ' μύθου


Ζεὺς καὶ αἰσχύνη
Ζεὺς πλάσας τοὺς ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις αὐτοῖς ἐνέθηκε, μόνην δ᾿ ἐνθεῖναι τὴν αἰσχύνην ἐπελάθετο. Διὸ καὶ μὴ ἔχων πόθεν [ἂν] αὐτὴν εἰσαγάγῃ, διὰ τοῦ ἀρχοῦ αὐτὴν εἰσελθεῖν ἐκέλευσεν. Ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγεν ἀναξιοπαθοῦσα. Ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐνέκειτο, ἔφη· « Ἀλλ᾿ ἔγωγε ἐπὶ ταύταις εἰσέρχομαι ταῖς ὁμολογίαις ὡς Ἔρως μὴ εἰσελεύσεται· ἂν δ᾿ εἰσέλθῃ, αὐτὴ ἐχελεύσομαι παραυτίκα. » Ἀπὸ δὴ τούτου συνέβη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι.
Ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπ᾿ ἔρωτος κατεχομένους ἀναισχύντους εἶναι συμβαίνει.
Ζεὺς καὶ ἀλώπηξ
Ζεὺς ἀγασάμενος ἀλώπεκος τὸ συνετὸν τῶν φρενῶν καὶ τὸ ποικίλον τὸ βασίλειον αὐτῇ τῶν ἀλόγων ζῴων ἐνεχείρισε. Βουλόμενος δὲ γνῶναι εἰ τὴν τύχην μεταλλάξασα μετεβάλετο καὶ τὴν γλισχρότητα, φερομένης αὐτῆς ἐν φορείῳ κάνθαρον παρὰ τὴν ὄψιν ἀφῆκεν. Ἡ δὲ ἀντισχεῖν μὴ δυναμένη, ἐπειδὴ περιίπτατο τῷ φορείῳ, ἀναπηδήσασα ἀκόσμως συλλαβεῖν αὐτὸν ἐπειρᾶτο. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾿ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν τάξιν ἀποκατέστησεν.
Ὁ λόγος δηλοῖ ὅτι οἱ φαῦλοι τῶν ἀνθρώπων, κἂν τὰ προσχήματα λαμπρότερα ἀναλάβωσιν, τὴν γοῦν φύσιν οὐ μετατίθενται.
Ζεὺς καὶ ἄνθρωποι
Ζεὺς πλάσας ἀνθρώπους ἐκέλευσεν Ἑρμῇ νοῦν αὐτοῖς ἐγχέαι. Κἀκεῖνος μέτρον ποιήσας ἴσον ἐνέχεεν ἑκάστῳ. Συνέβη δὲ τοὺς μὲν μικροφυεῖς πληρωθέντας τοῦ μέτρου φρονίμους γενέσθαι, τοὺς δὲ μακρούς, ἅτε μὴ ἐφικομένου τοῦ μέτρου [μηδὲ μέχρι γονάτων,] εἰς πᾶν τὸ σῶμα ἀφρονεστέρους γενέσθαι.
Πρὸς ἄνδρα εὐμεγέθη μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον ὁ λόγος εὔκαιρος.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.