Friday, January 20, 2017

Μῦθοι Αἰσώπειοι· ρκδ', ρκε', ρκϛ'

Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ καὶ Μῶμος

1561 v. Heemskerck Momus tadelt die Werke der Goetter

Ὁ Μῶμος κριτὴς ἐγένετο περὶ τῶν ἔργων τοῦ Διὸς καὶ τοῦ Προμηθέως καὶ τῆς Ἀθηνᾶς. Κατεφρόνησε δὲ  καὶ τὸν ταῦρον τὸν τοῦ Διὸς ὡς μὴ ἔχοντα ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασι, καὶ τὸν ἄνθρωπον τὸν τοῦ Προμηθέως ὡς τὸν νοῦν κρυπτὸν ὄντα, καὶ τὸν οἶκον τὸν τῆς Ἀθηνᾶς ὡς μὴ τρόχους ἔχοντα. Ὁ δὲ Ζεὺς ὀργισθεὶς ἐξέβαλεν αὐτὸν ἐκ τοῦ Ὀλυμπίου.

Ἀνάγνωσις τοῦ ρκδ' μύθου

Ζεὺς καὶ χελώνη

Iuppiter et Testudo

Διατί ἡ χελώνη περιφέρει τὴν ἑαυτῆς οἰκίαν; Διότι οὐ παρεγένετο τοῖς τοῦ Διὸς γάμοις, ὁ Ζεὺς κατέγνω αὐτήν.

Ἀνάγνωσις τοῦ ρκε' μύθου
Ζεὺς κριτής

AGMA Ostrakon Aristide

Κελεύσαντος τοῦ Διός, τὰ τῶν ἀνθρώπων ἁμαρτήματα ἐπὶ ὀστράκοις γεγραμμένα ἐστὶν ἵνα ὁ Κρόνιος κρίνῃ αὐτούς. Τοσοῦτοι δέ εἰσιν ὥστε τὴν κρίσιν διὰ πολλοῦ χρόνου ἐπιμενεῖν ἕως τοῦ τέλους.

Ἀνάγνωσις τοῦ ρκϛ' μύθου


Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ καὶ Μῶμος
Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ κατασκευάσαντες, ὁ μὲν ταῦρον, Προμηθεὺς δὲ ἄνθρωπον, ἡ δὲ οἶκον, Μῶμον κριτὴν εἵλοντο. Ὁ δὲ φθονήσας τοῖς δημιουργήμασιν ἀρξάμενος ἔλεγε τὸν μὲν Δία ἡμαρτηκέναι, τοῦ ταῦρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασιν μὴ θέντα, ἵνα βλέπῃ ποῦ τύπτει· τὸν δὲ Προμηθέα, διότι τοῦ ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροί, φανερὸν δὲ ᾖ τί ἕκαστος κατὰ νοῦν ἔχει, τρίτον δὲ ἔλεγεν ὡς ἔδει τὴν Ἀθηνᾶν τὸν οἶκον τροχοῖς ἐπιθεῖναι, ἵνα, ἐὰν πονηρός τις παροικισθῇ γείτων, ῥᾳδίως μεταβαίνῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾿ αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ τοῦ Ὀλύμπου αὐτὸν ἐξέβαλεν.
Ὁ λόγος δηλοῖ ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον ὅ μὴ πάντως περί τι ψόγον ἐπιδέχεται.
Ζεὺς καὶ χελώνη
Ζεὺς γαμῶν πάντα τὰ ζῷα εἱστία. Μόνης δὲ χελώνης ὑστερησάσης,διαπορῶν τὴν αἰτίαν, τῇ ὑστεραίᾳ ἐπυνθάνετο αὐτῆς διὰ τί μόνη ἐπὶ τὸ δεῖπνον οὐκ ἦλθε. Τῆς δὲ εἰπούσης· « Οἶκος φίλος, οἶκος ἄριστος, » ἀγανακτήσας κατ᾽ αὐτῆς παρεσκεύασεν αὐτὴν τὸν οἶκον αὐτὸν βαστάζουσαν περιφέρειν.
Οὕτω πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μᾶλλον λιτῶς οἰκεῖν ἢ παρ᾽ ἄλλοις πολυτελῶς διαιτᾶσθαι.
Ζεὺς κριτής
Ὁ Ζεὺς τὰς τῶν ἀνθρώπων ἁμαρτίας ἐν ὀστράκοις τὸν Ἑρμῆν ὥρισε γράφειν, καὶ εἰς κιβώτιον ἀποτιθέναι πλησίον αὐτοῦ, ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ. Συγκεχυμένων δὲ τῶν ὀστράκων ἐπ᾽ἀλλήλοις, τὸ μὲν βράδιον, τὸ δὲ τάχιον ἐμπίπτει εἰς τὰς τοῦ Διὸς χεῖρας, εἴποτε καλῶς κρίνοιτο.
Ὅτι οὐ χρὴ θαυμάζειν διὰ τοὺς ἀδίκους καὶ πονηροὺς ὅτι τάχιον οὐκ ἀπολαμβάνουσιν ὑπὲρ τῶν ἀδικιῶν αὐτῶν.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.