Sunday, September 4, 2016

Μῦθοι Αἰσώπειοι· ξδ',ξε', ξϛ'

Ἀρότης καὶ λύκος

Ἀπελθόντος τοῦ ἀρότου, λύκος τις πρὸς τὸ ἀρατρον ἥκων καὶ ταῖς ζεύγλαις κατειλημμένος, εἷλκε τὸ ἄρατρον. Ὁ δ' ἀρότης ἐπιστραφεὶς  ὦ οὗτος, ἔφη, εἴθε ἀληθῶς τὴν φύσιν ἤλλαττεν.

Ἀνάγνωσις τοῦ ξδ' μύθου

Ἀστρολόγος


Ἀστρολόγος τις τῆς νυκτὸς τὸν οὐρανὸν βλέπων κατἐπεσε εἰς φρέαρ. Ἄνθρωπος δέ τις ἐκεῖ παρὼν κατεγέλασε τὸν τὰ μὲν τῶν ἀστέρων σκοποῦντα τὰ δὲ τῆς γῆς μὴ δυνάμενον ὁρᾶν.

Ἀνάγνωσις τοῦ ξε' μύθου

Βάτραχοι <αἰτοῦντες βασιλέα>

A broad-banded water snake eats a green tree frog at Mingo National Wildlife Refuge


Οἱ βάτραχοι ᾔτησαν βασιλὲα παρὰ τοῦ Διός. Ὁ μὲν θέλων ἐκείνους ὑπὸ πρᾴου  βασιλέως ἄρχεσθαι ἔδωκεν αὐτοῖς ξύλον. Οἱ δὲ καταφρονήσαντες τὸ ξύλον παρεκάλεσαν τὸν Δία ἰσχυρὸν βασιλέα δοῦναι αὐτοῖς. Ὁ οὖν ὀργισθεὶς ὕδρον ἔπεμψε πρὸς αὐτοὺς ἵνα καθεσθίοιεν πάντας.

Ἀνάγνωσις τοῦ ξϛ' μύθου


Ἀρότης καὶ λύκος
Ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ ποτὸν ἀπῆγε· λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν, ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρόν, ἐπειδὴ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ δυνάμενος, ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν. Ὁ δὲ ἀρότης ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν ἔλεγεν· « Εἴθε γὰρ, ὦ κακὴ κεφαλή, καταλιπὼν τὰς ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης. »
Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων, κἂν χρηστότητα ἐπαγγέλλωνται, διὰ τὸν τρόπον οὐ πιστεύονται.
Ἀστρολόγος
Ἀστρολόγος ἐξιὼν ἑκάστοτε ἑσπέρας ἔθος εἶχε τοὺς ἀστέρας ἐπισκοπῆσαι. Καὶ δή ποτε περιιὼν εἰς τὸ προάστειον καὶ τὸν νοῦν ὅλον ἔχων πρὸς τὸν οὐρανὸν ἔλαθε καταπεσὼν εἰς φρέαρ. Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριών τις, ὡς ἤκουσε τῶν στενάγμων, προσελθὼν καὶ μαθὼν τὰ συμβεβηκότα, ἔφη πρὸς αὐτόν· « Ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς; »
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις ἐπ᾿ ἐκείνων τῶν ἀνθρώπων οἳ παραδόξως ἀλαζονεύονται, μηδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δυνάμενοι.
Βάτραχοι <αἰτοῦντες βασιλέα>
Βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία, δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν. Ὁ δὲ συνιδὼν τὴν εὐήθειαν αὐτῶν ξύλον εἰς τὴν λίμνην καθῆκε. Καὶ οἱ βάτραχοι, τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον, εἰς τὰ βάθη τῆς λίμνης ἐνέδυσαν. Ὕστερον δὲ, ὡς ἀκίνητον ἦν τὸ ξύλον, ἀναδύντες εἰς τοσοῦτον καταφρονήσεως ἦλθον ὡς ἐπιβαίνοντες αὐτῷ ἐπικαθέζεσθαι. Ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα, ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα· τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας καθ᾿ αὐτῶν ὕδρον αὐτοῖς ἔπεμψεν, ὑφ᾿ οὗ συλλαμβανόμενοι κατησθίοντο.
Ὁ λόγος δηλοῖ ὅτι ἄμεινόν ἐστι νωθεῖς καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας ἢ ταρακτικοὺς καὶ κακούργους.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.