Friday, July 8, 2016

Μῦθοι Αἰσώπειοι· μ', μα', μβ'

Ἀλώπηξ καὶ τράγος


Ἀλώπηξ τις ἐισέπεσεν εἰς φρέαρ. Ἐπεὶ οὐκ ἐδύνατο ἐξελθεῖν, ἠπάτησε τράγον τινα ἵνα εἰς τὸ αὐτὸ φρέαρ καταβαίη. Ἡ δὲ ἀναβᾶσα διὰ τοῦ τράγου κατέλειψεν αὐτὸν ἐν τῷ φρέατι διαμένοντα. Καὶ δὴ καὶ, τοῦ τράγου ἀυτὴν μεμφομένου, κατεγέλασε αὐτόν.

Ἀνάγνωσις τοῦ μ' μύθου


Ἀλώπηξ κόλουρος
Αὑτὴ ἡ ἀλώπηξ εἰς πάγην εἰσπεσοῦσα οὐκέτι εἶχε τὴν οὐράν. Πειρησαμένη πείθειν τὰς ἄλλας μὴ οὐρὰν ἔχειν, οὐχ οἵα τ' ἦν. Τοῦτο γὰρ μόνον τῇ κολούρῳ ἀλώπεκι συμφέρει.

Ἀνάγνωσις τοῦ μα' μύθου

Ἀλώπηξ <μηδέποτε θεασαμένη λέοντα>


Τὸ πρῶτον ἡ ἀλώπηξ ἰδοῦσα τὸν λέοντα ἐφοβήθη. Τὸ δὲ δευτέρον ἀπαντήσασα αὐτῷ μεῖον ἐφοβήθη. Τὸ δὲ τρίτον συνελάλησε τῷ λέοντι.

Ἀνάγνωσις τοῦ μβ' μύθου


Ἀλώπηξ καὶ τράγος
Ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ὑπ᾿ ἀνάγκης ἔμεινε. Τράγος δὲ δίψει συνεχόμενος ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ· θεασάμενος δὲ αὐτὴν ἐπυνθάνετο εἰ καλόν ἐστι τὸ ὕδωρ· ἡ δὲ τὴν συντυχίαν ἀσμενισαμένη εἰς ἔπαινον τοῦ ὕδατος κατέτεινε, λέγουσα ὡς χρηστὸν εἴη τὸ ὕδωρ, καὶ καταβαίνειν αὐτὸν παρῄνει. Ἐπεὶ δὲ ἀμελετήτως κατῆλθε διὰ τὴν ἐπιθυμίαν, ἅμα τῷ τὴν δίψαν σβέσαι μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον. Καὶ ἡ ἀλώπηξ ὑποτυχοῦσα εἶπε· « Χρήσιμον οἶδα, ἐὰν μόνον θελήσῃς τὴν ἀμφοτέρων σωτηρίαν. Θέλησον οὖν τοὺς ἐμπροσθίους πόδας ἐρεῖσαι τῷ τοίχῳ, ὀρθῶσαι δὲ τὰ κέρατα, ἀναδραμοῦσα δὲ ἐγὼ καὶ σὲ ἀνασπάσω. » Τοῦ δὲ πρὸς τὴν παραίνεσιν αὐτῆς ἑτοίμως ἐπακούσαντος, ἡ ἀλώπηξ ἀναλομένη διὰ τῶν σκελῶν αὐτοῦ καὶ τῶν ὤμων καὶ τῶν κεράτων ἐπὶ τὸ στόμα τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. Τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας ἀθετήσασαν, ἐπιστραφεῖσα εἶπε τῷ τράγῳ· « Ὦ οὗτος, εἰ τοσαύτας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνί σου τρίχας, οὐ πρότερον <ἂν> κατεβεβήκεις πρὶν τὴν ἄνοδον ἐσκέψω. »
Οὕτως καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ᾿ οὕτως αὐτοῖς ἐγχειρεῖν.
Ἀλώπηξ κόλουρος
Ἀλώπηξ ὑπό τινος πάγης τὴν οὐρὰν ἀποκοπεῖσα, ἐπειδὴ δι᾿ αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν, ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. Καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο, ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. Τούτων δέ τις ὑποτυχοῦσα ἔφη· « Ὦ αὕτη, ἀλλ᾿ εἰ <μή> σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν τοῦτο συνεβούλευσας. »
Οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἐκείνους οἳ τὰς συμβουλίας ποιοῦνται τοῖς πέλας οὐ δι᾿ εὔνοιαν, ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον.
Ἀλώπηξ <μηδέποτε θεασαμένη λέοντα>
Ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα, ἐπειδὴ κατά τινα συντυχίαν ὑπήντησε, τὸ μὲν πρῶτον ἰδοῦσα οὕτως διεταράχθη ὡς μικροῦ καὶ ἀποθανεῖν. Ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα ἐφοβήθη μέν, ἀλλ᾿ οὐχ οὕτως ὡς τὸ πρότερον. Ἐκ τρίτου δὲ θεασαμένη οὕτω κατεθάρρησεν ὡς καὶ προσελθοῦσα αὐτῷ διελέχθη.
Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοβερὰ τῶν πραγμάτων καταπραΰνει.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.