Friday, May 20, 2016

Μῦθοι Αἰσώπειοι· ιθ', κ', κα'

Αἴσωπος ἐν ναυπηγίῳ

Building Argo BM TerrD603

Οὐκ ἐπιπρέπει τοῖς χείροσι τοὺς κρείσσω σκώπτειν. Οὗτοι γὰρ οἷοι τ᾿ εἰσὶν ἀμύνεσθαι. Ὁ δ' Αἴσωπος ἀποκρινάμενος ἔφη τοῖς ναυπηγοῖς· τί ποιήσετε ὅταν ἡ γῆ πίῃ τὴν θάλασσαν; 


Ἀλέκτορες δύο καὶ ἀετός

Λέγει ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ κατὰ Ματθαῖον κγ' ιβ'· ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. Ἐν δὲ τούτῳ τῷ μύθῳ ὁ μὲν ὑπερήφανος ἀλέκτωρ ὑπὸ τοῦ ἀετοῦ ἁλίσκεται, ὁ δὲ ταπεινὸς ἀπολαύει τῶν ὀρνίθων.

Ἀνάγνωσις τοῦ κ' μύθου
Ἀλεκτρυόνες καὶ πέρδιξ


Ὁ ταλαίπωρος πέρδιξ ὑπὸ τοῖν ἀλεκτρυόνοιν τύπτεται. Τὼ δὲ καὶ ἀλλήλω τύπτετον. Διὰ τοῦτο ὁ πέρδιξ παρακαλεῖται.


Αἴσωπος ἐν ναυπηγίῳ
Αἴσωπος ὁ λογοποιὸς σχολὴν ἄγων εἰς ναυπήγιον εἰσῆλθε. Τῶν δὲ ναυπηγῶν σκωπτώντων τε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν, ὁ Αἴσωπος ἔλεγε τὸ παλαιὸν χάος καὶ ὕδωρ γενέσθαι, τὸν δὲ Δία βουλόμενον καὶ τὸ τῆς γῆς στοιχεῖον ἀναδεῖξαι παραινέσαι αὐτῇ ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν θάλασσαν. Κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν· « Ἐὰν δὲ δόξῃ αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῶν ἡ τέχνη γενήσεται. »
Ὁ λόγος δηλοῖ ὅτι οἱ τοὺς κρείττονας χλευάζοντες λανθάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν ἐπισπώμενοι.
Ἀλέκτορες δύο καὶ ἀετός
Ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων, ὁ εἷς τὸν ἕτερον κατετροπώσατο. Καὶ ὁ μὲν ἡττηθεὶς εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύβη· ὁ δὲ νικήσας εἰς ὕψος ἀρθεὶς καὶ ἐφ' ὑψηλοῦ τοίχου στὰς μεγαλοφώνως ἐβόησε. Καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν. Ὁ δ' ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέβαινε.
Ὁ μῦθος δηλοῖ ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
Ἀλεκτρυόνες καὶ πέρδιξ
Ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων, ὡς περιέτυχε πέρδικι τιθασῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐβαρυθύμει, νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι ὅτι ἀλλόφυλός ἐστι. Μικρὸν δὲ διαλιπών, ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι, ἔφη πρὸς ἑαυτόν : « Ἀλλ' ἔγωγε οὐκέτι ἄχθομαι ὑπ' αὐτῶν τυπτόμενος: ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους. »
Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς τῶν πέλας ὕβρεις οἱ φρόνιμοι, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.