Friday, May 13, 2016

Μῦθοι Αἰσώπειοι· ιϛ', ιζ', ιη'

Αἲξ καὶ ὄνος


Ἡ αἲξ φθονοῦσα τῷ ὄνῳ παραινεῖ αὐτὸν καταπεσεῖν ἵνα μὴ μᾶλλον κάμνῃ.  Ὁ δὲ ἰατρὸς κεκλημένος ἀποκτείνει τὴν αἶγα ὡς τὸν ὄνον σώσων.

Ἀνάγνωσις τοῦ ιϛ' μύθου

Αἰπόλος καὶ αἶγες ἄγριαι

Afghan goatherd, Helmand Province

Δεῖ ἡμᾶς ἴσους εἶναι καὶ τοῖς νέοις καὶ τοῖς παλαιοῖς φίλοις. Ὁ μὲν αἰπόλος μᾶλλον τὰς ἀγρίας αἶγας ἔτρεφεν ἢ τὰς ἰδίας, βουλόμενος καὶ ἐκείνας ἔχειν. Αἱ δ' ἄγριαι κατέλιπον αὐτόν.

Ἀνάγνωσις τοῦ ιζ' μύθου
Αἰσχρὰ δούλη καὶ Ἀφροδίτη

Aphrodite swan BM D2

Αἰσχρὰ δούλη τις ὑπὸ τῆς δεσπότου ἐρωμένη παραιτεῖται τῆς Ἀφροδίτης καλὴ γενέσθαι. Ἡ δὲ Ἀφροδίτη οὐ μόνον αὐτὴν ἀλλὰ καὶ τὸν δεσπότην μέμφεται.


Αἲξ καὶ ὄνος


Αἶγα καὶ ὄνον ἔτρεφέ τις. Ἡ δὲ αἶξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν ὡς ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν, καὶ συνεβούλευεν ἐπίληπτον ἑαυτὸν ποιήσαντα καταπεσεῖν ἔν τινι βόθρῳ καὶ ἀναπαύσεως τυχεῖν. Ὁ δὲ πιστεύσας καὶ πεσὼν συνετρίβη. Ὁ δὲ δεσπότης τὸν ἰατρὸν καλέσας ᾔτει βοηθεῖν. Ὁ δὲ αἰγὸς πνεύμονα ἐγχυματίσαι ἔλεγεν αὐτῷ καὶ τῆς ὑγείας τυχεῖν. Τὴν δὲ αἶγα θύσαντες τὸν ὄνον ἰάτρευον.
Ὅτι ὅστις καθ᾿ ἑτέρου δόλια μηχανᾶται ἑαυτοῦ γίνεται τῶν κακῶν ἀρχηγός.
Αἰπόλος καὶ αἶγες ἄγριαι
Αἰπόλος τὰς αἶγας αὑτοῦ ἀπελάσας ἐπὶ νομήν, ὡς ἐθεάσατο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαβούσης, πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. Τῇ δὲ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἐτημέλει, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραβάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα παρασωρεύων πρὸς τὸ καὶ αὐτὰς ἰδιοποιήσασθαι. Παυσαμένου δὲ τοῦ χειμῶνος, ἐπειδὴ πάσας ἐπὶ νομὴν ἐξήγαγεν, αἱ ἄγριαι ἐπιλαβόμεναι τῶν ὀρῶν ἔφευγον. Τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἴγε περιττοτέρας αὐταὶ τημελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτὸν, ἔφασαν ἐπιστραφεῖσαι·
« Ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθές σοι προσεληλυθυίας τῶν πάλαι σὺν σοὶ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς. »
Ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων ἀσμενίζεσθαι τὰς φιλίας οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι, λογιζομένους ὅτι, κἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν.
<Αἰσχρὰ> δούλη καὶ Ἀφροδίτη
Αἰσχρᾶς καὶ κακοτρόπου δούλης ἤρα δεσπότης. Ἡ δὲ χρυσίον λαμβάνουσα λαμπρῶς ἑαυτὴν ἐκόσμει καὶ τῇ ἰδίᾳ δεσποίνῃ μάχας συνῆπτε· τῇ δὲ Ἀφροδίτῃ ἔθυεν συνεχῶς καὶ ηὔχετο ὡς ὡραίαν αὐτὴν ποιούσῃ. Ἡ δὲ καθ' ὕπνου φανεῖσα τῇ δούλῃ ἔφη μὴ ἔχειν αὐτῇ χάριν ὡς καλὴν αὐτὴν ποιούσῃ, « ἀλλ' ἐκείνῳ θυμοῦμαι καὶ ὀργίζομαι ᾧ σὺ φαίνῃ καλή. »
Ὅτι οὐ δεῖ τυφοῦσθαι τοὺς δι' αἰσχρὰ πλουτοῦντας καὶ μάλιστα, εἰ ἀγενεῖς εἰσι καὶ ἄμορφοι [πρὸς αἰσχύνην μείζονα].

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.