Friday, February 26, 2016

Πρῴ

American homes and gardens (1911) (18126631076)
Δωμάτιον ἔχον κλίνην ἢ στρώματα. Ἐν δὲ τῇ γωνίᾳ ἔστι κόγχη. 
Πρῴ ἐστιν. Ἐγείρεσθε. Ἀνίστασθε ἀκούειν τὸ πεντηκοστὸν καὶ ἕκτον δίδαγμα.

Ἀνάγνωσις τοῦ νϛ' διδάγματος


πρῲ ἐγείρομαι.
πρὸ φάους.
ἥλιος ἀνέτειλεν.
ἡλίου ἀνατολή.
ἐστὶν ἐν τῷ δωματίῳ.
τὰ στρώματα.
ἐν τοῖς στρώμασιν.
οὔπω ἐγέρθη ἐκ τῶν στρωμάτων (ἐκ τῆς κλίνης).
ἀρτίως εὕδει.
ἐγρηγόρει χθὲς (ἐγρηγόρησεν ἐχθὲς) ἐπὶ πολύ.
οὗτος, ἐγείρου!
ἀνίστασο!
ἅπτε λύχνον.
ταῦτα.
δός μοι ὑποδήματα καὶ τοὺς πίλους καὶ ἀναξυρίδας.
ἤδη ὑπεδέθην.
ἔνεγκε ὕδωρ πρὸς χεῖρας.
κόγχη. σήπων.
χεῖρες ῥυπαραί εἰσιν.
ἆρ' ἀπονένιψαι;
ἤδη ἐνιψάμην τὰς χεῖρας καὶ τὴν ὄψιν.
ἀνύτεις χειρόμακτρον οὐκ ἔχων;
αὐχμεῖς αἰσχρῶς.
οὐκ ἐλούσατο.
ἀποκάθαιρε τὴν τράπεζαν.
οἴκοι μενῶ.
ἔνδον παρ’ ἐμοὶ διατρίψομεν (περὶ τὰ μαθήματα).
παρὰ σοί;
πάνυ.
παρ’ ἐμοὶ χθὲς ἦσθα.
ἥκετ’ εἰς ἐμοῦ τήμερον!

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.