Friday, January 29, 2016

Oὐκ οἶδα

Socrates by Leonidas Drosis, Athens - Academy of Athens-corte
ἃ μὴ οἶδα οὐδὲ οἴομαι εἰδέναι.
Ἐν τῷ τετταρακοστῷ καὶ τρίτῳ διδάγματι μανθάνομεν λέγειν ὅτι ἴσμεν τι ἢ οὔ. Ἀπολαύσατε οὖν.

Ἀνάγνωσις τοῦ μγ' διδάγματος


οὐκ οἶδα.
οὐκ ἔχω φράσαι.
ποῖ τις ἂν τρέποιτο;
γνώσομαι ἔγωγε.
οὐκ οἶδ’ ἀκριβῶς.
οὐχ, ὅσον γέ μ’ εἰδέναι.
οὐ σάφ’ οἶδα, ὅπως ἔχει.
οἶδά τοι.
μεμνήμεθα!
οἶδα μέντοι!
εἰ δὴ ἐπιθυμεῖς εἰδέναι, φράσω.
τί φής!
πέπυσμαι τοῦτο τῶν σάφ’ εἰδότων.
ἆρ’ ἀκήκοάς τι τοῦ πράγματος;
τοῦτ’ οὐκ ᾔδειν ἐγώ.
οὐκ ἐτὸς ἄρα λυπεῖ.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.