Friday, January 29, 2016

Ἡ καλὴ καὶ ἡ αἰσχρά.

Gull - Anorexia Miss A
Αὑτὴ ἡ κόρη πρῶτον μὲν αἰσχρὰ ἦν. Ἔπειτα δ' ἐγένετο καλή.
Ἐν τῷ τετταρακοστῷ καὶ τετάρτῳ διδάγματι  ἄνδρες τινὲς διαλογίζονται περὶ καλῶν τε καὶ αἰσχρῶν γυναικῶν. Ἀκούσατε οὖν.

Ἀνάγνωσις τοῦ μδ' διδάγματος


ὅρα ταυτηνί, ὡς καλή!
τίς ποθ’ αὑτηί;
ἡ τὸ φαιὸν ἔνδυμα ἀμπεχομένη;
πασῶν ὡραιοτάτη ἐστίν.
τίς καί ἐστί ποτε;
γιγνώσκει τις ὑμῶν;
νὴ ∆ία ἔγωγε.
ἐστὶν ἀνεψιά μου.
οἷον τὸ κάλλος αὐτῆς φαίνεται!
ὡς εὐχροεῖ!
καὶ τὸ βλέμμα ἔχει μαλακὸν καὶ καλόν.
καὶ τὰς χεῖρας παγκάλας ἔχει.
καὶ ἡδέως γελᾷ.
ἔρως με εἴληφε τῆς κόρης ταύτης.
ἀλλ’ ἔχει οὐδέν;
πλουτεῖ μὲν οὖν· οὐσίαν γὰρ ἔχει συχνήν.
οἶσθ’ ᾗ μάλιστ’ ἔοικεν; τῇ Ἀ.
ἐνταῦθα μείραξ ὡραία ἐστίν.
τίς γάρ ἐσθ’ ἡ ὄπισθεν αὐτῆς;
ἥτις ἐστίν; Σχουλζίου γυνή.
τῆς ἑτέρας μοι ἧττον μέλει.
αἰσχρὰ γάρ ἐστιν.
καὶ σιμή (ἐστιν).
καὶ καταπεπλασμένη (ἐστίν).
ὄζει δὲ μύρου.
ὀσφραίνει τι;
οὐχ ἡδὺ τὸ μύρον τουτί.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.