Friday, January 1, 2016

Τὸ ᾄδειν

In and out of Florence; a new introduction to a well-known city (1910) (14759553246)
Οἱ παῖδες ᾄδουσι μέλος τι.
Ἐν τῷ τριακοστῷ καὶ πρώτῳ διδάγματι οὐκ ἀκούομεν τῶν ᾀδόντων παιδῶν ἀλλὰ μανθάνομεν τοὺς λόγους περὶ τὸ μελῳδεῖν.

Ἀνάγνωσις τοῦ λα' διδάγματος


ᾆσόν τι!
μελῳδεῖν οὐκ ἐπίσταμαι.
μέλος τι ᾄσατε.

τί ἐπινοεῖτε ᾄδειν;
ἀλλὰ τί δῆτ' ᾄδωμεν;
εἰπὲ, οἷστισι χαίρεις.
ὡς ἡδὺ τὸ μέλος!
ἕτερον ᾀσόμεθα
ἔασόν με μονῳδῆσαι
ἀλλ' ᾆδ' ὁπόσα βούλει.
παῦσαι μελῳδῶν!
οὐδὲν γὰρ ᾄδεις πλὴν οἶνον.
τουτί μ' ἀρέσκει.
σὲ δὲ τοῦτ' ἀρέσκει;
ὅσα ἄρτι ᾖσας, οὐ μὴ ἐπιλάθωμαί ποτε.
ἐπᾴσομαι μέλος τι.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.