Friday, December 18, 2015

Ἑλληνικοὶ ποιηταί

Parnaso 01
Οἱ τῶν Ἑλλήνων καὶ οἱ τῶν Ῥωμαίων καὶ οἱ τῶν Ἰταλῶν ποιηταὶ κατὰ τὸν Ῥαφαήλ. 
Ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ διδάγματι ἔστι διάλογος μεταξὺ τοῦ διδασκάλου καὶ τοῦ μαθητοῦ περί τῶν βελτίστων Ἑλληνικῶν ποιητῶν.

Ἀνάγνωσις τοῦ κζ' διδάγματος


ἐκ τῆς Ἀντιγόνης τὸ νῦν εἰπὲ τὴν καλλίστην ῥἧσιν ἀπολέγων.
τὸ πρῶτον τῆς Ὀδυσσείας.
τί νοεῖ τοῦτο;
κακοδαιμονᾷς.
ὡς εὐηθικῶς!
ποῦ τὸν νοῦν ἔχεις;
παραφρονεῖς!
τὴν ῥῆσιν ταύτην οὐχ οὕτω Σοφοκλῆς ὑπελάμβανεν, ὡς σὺ ὑπολαμβάνεις. ὅρα δὴ βέλτιον.
σκόπει τὸ ῥῆμα τοῦτο!
ἥκω ταὐτόν ἐστι τῷ κατέρχομαι.
τίς ὁ νοῦς;
τουτὶ φρονίμως ἤδη λέγεις.
πάντ’ ἔχεις ἤδη.
εὖ γε συνέβαλες.
τοῦτο δήπου κάλλιστον πεποίηκε Σοφοκλῆς.
Σοφοκλῆς πρότερός ἐστ’ Εὐριπίδου.
ὁ δ’ ἀγαθὸς ποιητής ἐστι καὶ αὐτός.
οὐκ ἐπαινῶ Εὐριπίδην μὰ ∆ία.
οὐκ ἀναμιμνήσκει ἴαμβον Εὐριπίδου;
τουτὶ μὲν ἐπιεικῶς σύγ’ ἐπίστασαι.
Εὐριπίδην πεπάτηκας ἀκριβῶς.
πόθεν ταῦτ’ ἔμαθες οὕτω καλῶς;
Εὐριπίδου ῥήσεις ἐξεγραψάμην πολλάς.
λέξον τι τῶν νεωτέρων.
οὐκ ἄξιοί εἰσι τούτου, γόνιμον γὰρ ποιητὴν οὐκ ἃν εὕροις ἐν αὐτοῖς.
περὶ Αἰσχύλου δὲ τίνα ἔχεις γνώμην;
Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς.
ἐπίστασαι τοῦτο τὸ ᾆσμα Σιμωνίδου;
μάλιστα.
ἔγωγε νὴ ∆ία.
βούλει πᾶν διεξέλθω;
οὐδὲν δεῖ.
ὄνομα δὲ τούτῳ τῷ μέτρῳ τί ἐστιν;
τὸ ᾆσμα οὐκ ἐπίσταμαι.
καὶ μὴν ἐπὶ τὸ δεύτερον τῆς τραγῳδίας μέρος τρέψομαι.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.