Friday, December 4, 2015

Πεινῶ

Table setting-01
Ἐν ταύτῃ τῇ εἰκόνι εἰσὶν μὲν πρόσω ἐξ εὐωνύμων δύο πειρούνια*,  τέτταρα 
λεκάνια, ἕν χειρόμακτρον ἐπὶ τῶν λεκανίων, ἕν μαχαίριον, δυό κουτάλια*. 

Ὀπίσω δὲ δυὸ τρυβλία, ἓν ποτήριον ἀλλ' οὐδὲν κύπελλον.
Ἆρα πεινᾶτε; Πῶς ἐν τῇ Ἀττικῇ διαλέκτῳ λέγομεν ὅτι φαγεῖν ἐθέλομεν; Ἀκούωμεν  τὸ ἔνατον καὶ δέκατον δίδαγμα.

Ἀνάγνωσις τοῦ ιθ' διδάγματος


λιμός με λαμβάνει.
οὐκ ἔχω καταφαγεῖν.
βουλιμιᾷ.
ἀπόλωλα ὑπὸ λιμοῦ.
φέρε τί σοι δῶ φαγεῖν; (πιεῖν;)
δός μοι φαγεῖν!
βαδιοῦμαι ἐπὶ δεῖπνον.
οὔπω δεδείπνηκας;
μὰ ∆ι’ ἐγὼ μὲν οὔ.
δεῖ με χωρεῖν ἐπὶ δεῖπνον.
ἀλλ’ ἐπὶ δεῖπνον ταχὺ βάδιζε!
ἐπὶ δεῖπνον ἔρχεται.
τὸ δεῖπνον ἐστ’ ἐπεσκευασμένον.
τὸ κύπελλον.
τὸ λεκάνιον.
τὸ τρυβλίον.
τὸ μαχαίριον.
τὸ περόνιον.*
τὸ χειρόμακτρον.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.