Saturday, December 26, 2015

Ἔπαινος καὶ μέμψις

3 Odysseus und Diomedes Neues Palais Sanssouci Steffen Heilfort
Τυδεΐδη μήτ᾽ ἄρ με μάλ᾽ αἴνεε μήτέ τι νείκει:
εἰδόσι γάρ τοι ταῦτα μετ᾽ Ἀργείοις ἀγορεύεις.


Ὁ μὲν Ὀδυσσεὺς οὐ θέλει τὸν Διομήδη οὔτε ἐπαινεῖν οὔτε μέμφεσθαι αὐτόν. Τοῦτο δὲ οὐ μέλει τῷ διδασκάλῳ. Ἀκούσωμεν οὖν τὸ  τριακοστὸν δίδαγμα.

Ἀνάγνωσις τοῦ λ' διδάγματος


τί οὖν ἐρεῖς περὶ τούτου τοῦ μαθητοῦ, διδάσκαλε;
οὐ σκαιὸς ἄνθρωπος.
οὐ σκαιός μοι δοκεῖ εἶναι.
δεξιὸς μὲν οὖν ἐστιν.
καὶ φιλομαθὴς καὶ ἀγχίνους.
ὁ δὲ ἕτερος ποῖός τις;
ἐστὶ τοῦ πονηροῦ κόμματος.
ἀλλὰ πρὸς τοῦτον μὲν ὕστερός ἐστί μοι λόγος.
ἐπιλήσμων γάρ ἐστι καὶ βραδύς.
καὶ οὐκ ἐπιμελής ἑστιν.
ἠλιθιώτατός ἐστι πάντων.
οἶδά τοι.
ποιήσομέν τι τῶν προὔργου.
ἠλίθιός τε καὶ ἀργὸς καὶ γάστρις ἐστίν.
μελανχολᾷ.
ὁ δὲ Ἀ. πῶς παρέχει τὰ ἑαυτοῦ;
καθ’ ὅσον οἷός τ’ ἐστίν.
ἐπιεικῶς.

εὖγε.
καλῶς.
ἀκριβῶς.
ὀρθῶς.
ἐπιεικῶς.
μετρίως.
μέσως.
φαῦλος.
οὐκ ὀρθῶς.

Ἄσχολος

Philo mediev
Ὁ μὲν διδάσκαλος κελεύει τοὺς μαθητὰς προσέχειν τῷ ἔργῳ, οἱ δὲ μαθηταὶ δρῶσιν αὐτό.
Νῦν δὴ τὸ ἔργον ποιητέον. Τοῦτο οὖν μέλει τοῖς μαθηταῖς μετ'ἀλλήλων συλλαλοῦσιν. Ἀκούσατε, ὦ φίλοι, τὸ εἰκοστὸν καὶ ἔνατον δίδαγμα.

Ἀνάγνωσις τοῦ κθ' διδάγματος


πᾶς χωρεῖ πρὸς ἔργον.
ἄγε δή, τί νῷν ἔντευθενὶ ποιητέον;
ταυτὶ δέδραται.
ταῦτα δράσω.
μελήσει μοι ταῦτα.
ἰδοὺ πάντα, ὧν δέει.
ἆρ’ ἔχεις ἅπαντα, ἃ δεῖ;
πάντα νὴ ∆ία πάρεστί μοι, ὅσα δέομαι.
φαυλότατον ἔργον.
ἵνα δὴ τί τοῦτο δρᾶτε;
χωρεῖ τὸ πρᾶγμα οὕτω πολλῷ μᾶλλον.
τῷ ἔργῳ πρόσεχε.
μὴ ποίει, ἅπερ οἱ ἄλλοι δρῶσι!
οὐ χωρεῖ τοὖργον.
τί δαὶ ποιήσεις;
ὑμέτερον ἐντεῦθεν ἔργον.
συλλαμβάνου, εἰ μὴ σέ τι κωλύει!
οὐ σχολή (μοι).

Τὸ μεταβάλλειν

Τοῦτο  τὸ βιβλίον ἔχει τάς τε πράξεις τῶν ἀποστόλων ἐν τῇ Ἑλλινικῇ καὶ τὴν μεταγραφὴν ἐν τῇ Ῥωμαϊκῇ. .  
Ἐν τῷ εἰκοστῷ καὶ ὀγδόῳ διδάγματι ἀκούομεν χρήσιμά τινα περὶ τοῦ μεταβάλλειν ἢ τοῦ μεταγράφειν. 

Ἀνάγνωσις τοῦ κη' διδάγματος


ζητήσατε τὸ περὶ Σωκράτους λαβόντες τὸ βιβλίον. ἐστὶ δὲ τὸ ἑκατοστὸν καὶ ἕβδομον.
ἀλλὰ προσέχετε τὸν νοῦν.
λέγωμεν ἑλληνικῶς ταῦτα μεταβάλλοντες.
ἴθι δὴ, λέγε, ὦ Ν.
ταῦτά μ’ ἤρεσας λέγων.
τίς σ’ ἐδίδαξε τὴν ἑλληνικὴν φωνήν;
λέγε.
τοῦτ’ αὖ δεξιόν.
λέγε δὴ σύ, ὦ ’γαθέ.
τοῦτ’ ἐστ’ Ἰωνικὸν τὸ ῥῆμα.
Ἰωνικῶς λέγεις;
φέρε δὴ, τί λέγεις;
ἀλλ’ ἀνύσας λέγε!
σύγ’ οὐδὲν εἶ.
δικαίως δὲ τοῦτό σοι λέγω.
σὺ γὰρ οὐδὲ τρία ῥήματα ἑλληνικῶς εῖπεῖν οἷός τ’ εἶ πρὶν ἁμαρτεῖν.
παῦε!
καὶ μεταγράφετε αὐτὸ τοῦτο ἑλληνιστί!
καὶ τὸ ἑξῆς.
μανθάνετε;
πάνυ μανθάνομεν.
τὸ ἔργον.
λαβὲ τὸ βιβλίον καὶ λέγε!
ἐς κόρακας! ὡς ἄχθομαι, ὁτιὴ ἐπελαθόμην τοὺς χάρτας (τὸ βιβλίον) προσφέρειν.
χρῆσόν τί μοι γραφεῖον καὶ χάρταν.

Friday, December 18, 2015

Ἑλληνικοὶ ποιηταί

Parnaso 01
Οἱ τῶν Ἑλλήνων καὶ οἱ τῶν Ῥωμαίων καὶ οἱ τῶν Ἰταλῶν ποιηταὶ κατὰ τὸν Ῥαφαήλ. 
Ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ διδάγματι ἔστι διάλογος μεταξὺ τοῦ διδασκάλου καὶ τοῦ μαθητοῦ περί τῶν βελτίστων Ἑλληνικῶν ποιητῶν.

Ἀνάγνωσις τοῦ κζ' διδάγματος


ἐκ τῆς Ἀντιγόνης τὸ νῦν εἰπὲ τὴν καλλίστην ῥἧσιν ἀπολέγων.
τὸ πρῶτον τῆς Ὀδυσσείας.
τί νοεῖ τοῦτο;
κακοδαιμονᾷς.
ὡς εὐηθικῶς!
ποῦ τὸν νοῦν ἔχεις;
παραφρονεῖς!
τὴν ῥῆσιν ταύτην οὐχ οὕτω Σοφοκλῆς ὑπελάμβανεν, ὡς σὺ ὑπολαμβάνεις. ὅρα δὴ βέλτιον.
σκόπει τὸ ῥῆμα τοῦτο!
ἥκω ταὐτόν ἐστι τῷ κατέρχομαι.
τίς ὁ νοῦς;
τουτὶ φρονίως ἤδη λέγεις.
πάντ’ ἔχεις ἤδη.
εὖ γε συνέβαλες.
τοῦτο δήπου κάλλιστον πεποίηκε Σοφοκλῆς.
Σοφοκλῆς πρότερός ἐστ’ Εὐριπίδου.
ὁ δ’ ἀγαθὸς ποιητής ἐστι καὶ αὐτός.
οὐκ ἐπαινῶ Εὐριπίδην μὰ ∆ία.
οὐκ ἀναμιμνήσκει ἴαμβον Εὐριπίδου;
τουτὶ μὲν ἐπιεικῶς σύγ’ ἐπίστασαι.
Εὐριπίδην πεπάτηκας ἀκριβῶς.
πόθεν ταῦτ’ ἔμαθες οὕτω καλῶς;
Εὐριπίδου ῥήσεις ἐξεγραψάμην πολλάς.
λέξον τι τῶν νεωτέρων.
οὐκ ἄξιοί εἰσι τούτου, γόνιμον γὰρ ποιητὴν οὐκ ἃν εὕροις ἐν αὐτοῖς.
περὶ Αἰσχύλου δὲ τίνα ἔχεις γνώμην;
Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς.
ἐπίστασαι τοῦτο τὸ ᾆσμα Σιμωνίδου;
μάλιστα.
ἔγωγε νὴ ∆ία.
βούλει πᾶν διεξέλθω;
οὐδὲν δεῖ.
ὄνομα δὲ τούτῳ τῷ μέτρῳ τί ἐστιν;
τὸ ᾆσμα οὐκ ἐπίσταμαι.
καὶ μὴν ἐπὶ τὸ δεύτερον τῆς τραγῳδίας μέρος τρέψομαι.

Εἰκών τις

Student teacher in China
Ἡ διδάσκαλος δείκνυσι τὴν εἰκόνα τοῖς μαθηταῖς.
Τὸ μὲν εἰκοστὸν καὶ ἕκτον δίδαγμα μικρόν. Ὁ δὲ διδάσκολος κελεύει τοὺς μαθητὰς  βλέψαι εἰκόνα τινά.

Ἀνάγνωσις τοῦ κϛ' διδάγματος


εἰκόνα ὑμῖν ἐπιδείξω.
βλέψατε κάτω!
βλέπετε ἄνω!
ποῖ βλέπεις;
ἑτέρωσε βλέπεις.
δεῦρο σκέψαι!
καὶ μὴν αἰσθάνομαι ψόφου τινὸς ἐξόπισθεν.
ἐν τῷ πρόσθεν.
παῦσαι λαλῶν!
οὐ μὴ λαλήσετε;

Οὐκ ὀρθαὶ ἀποκρίσεις

Teaching Bucharest 1842
Λέγε, ὦ ’γαθέ!
Ὁ μὲν διδάσκαλος ἐρωτᾷ τὸν μαθητήν. Ὁ δὲ μαθητὴς οὐκ ὀρθῶς ἀποκρίνεται. Διὰ τοῦτο  ὁ διδάσκαλος ὀργιζόμενος μέμφεται αὐτόν. Ἀκούσατε οὖν τὸ εἰκοστὸν καὶ πέμπτον δίδαγμα.

Ἀνάγνωσις τοῦ κε' διδάγματος


πρόσεχε τὸν νοῦν.
ἀπόκριναι, ἅττ’ ἂν ἔρωμαι.
ἀπόκριναι σαφῶς!
ἀποκινδύνευε λεπτόν τι καὶ σοφὸν λέγειν.
λέγοις ἃν ἄλλο.
λέγε, ὦ ’γαθέ!
ἀλλ’ οὐκ ἔχειν ἔοικας, ὅτι λέγῃς.
τί σιωπᾷς;
εἰπέ μοι, ὅτι λέγεις.
τί ταῦτα ληρεῖς;
ἄλλως φλυαρεῖς.
οὐ ταὐτόν, ὦ τάν!
οὐ τοὖτ’ ἐρωτῶ σε.
καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.
δι’ αἰνιγμῶν λέγεις.
σπουδάζεις ταῦτα ἢ παίζεις;
οὐδὲν λέγεις!
σίγα!
σιώπα!
οὐ σιγήσει;
ὦ μῶρε σύ!

Thursday, December 17, 2015

Γελάσωμεν θεώμενοι τὰς τοῦ Βιβιπαρίδου εἰκόνας.

Ὁ ἀγαθὸς Ἰαπονικὸς  τεχνίτης Βιβιπάριδος ἔγραψε τάσδε τὰς εἰκόνας. Καὶ ὁ ἀνὴρ ἔχει βιβλίον τῶν ἡμερῶν ἐν τῇ Ῥωμαϊκῇ γεγραμμένον.  Οἱ δὲ ἐν τῷ Textkit τόπῳ τοὺς λογοὺς εὖρον.

Image

Image

Image

Image

Image
Image
Image

Image
Image

Image
Image

Friday, December 11, 2015

Τὸ γραμματικόν

Priscianus della Robbia OPA Florence
Πρισκιανὸς ὁ εὔδοξος Ῥωμαϊκὸς γραμματικὸς ἐξηγεῖται τοῖς μαθηταῖς τὴν γραμματικήν.
Τοῦτο τὸ δίδαγμα, τὸ εἰκοστὸν τέταρτον ὄν, περὶ τὴν γραμματικήν ἐστιν. Ἀκούσατε οὖν τὰ ὀνόματα τῶν πτώσεων καὶ τῶν χρόνων καὶ τῶν φωνῶν καὶ τῶν ἐγκλίσεων καὶ τῶν κεραιῶν.

Ἀνάγνωσις τοῦ κδ' διδάγματος


ἴθι νυν.
βούλομαι λαβεῖν σου πεῖραν, ὅπως ἔχεις περὶ τῶν ῾Ελληνικῶν.
ποία ἐστὶν ἡ γενικὴ τῆς λέξεως;
ἡ ὀνομαστική, δοτική, αἰτιατική, κλητική;
μὴ δῆτα!
ὀρθῶς γε!
ποῖός ἐστιν ὁ ἐνεστὼς (χρόνος) τῆς ὁριστικῆς τοῦ ῥήματος τούτου;
μνημόσυνα ταῦτα γράψομαι.
γράφομαι τοῦτο.
ἡ ὑποτακτική, εὐκτική, προστακτική.
ὁ ἀπαρέμφατος, ἡ μετοχή.
ὁ περιτατικός, ὁ παρακείμενος.
ὁ ὑπερσυντελικός, ἀόριστος.
ὁ μέλλων. (πρῶτος, δεύτερος.)
τὸ ἐνεργητικόν, παθητικόν.
οὐκ ὀρθῶς τονοῖς.
ἡ κεραία (ἡ ὀξεῖα, βαρεῖα, περισπωμένη).
δεῖ τοῦ ἄρθρου.

Τὸ γράφειν

Herkulaneischer Meister 002
Αὑτὴ ἡ εἰκὼν ἐν Πομπήιοις εὑρεθεῖσα δείκνυσι κόρην τινὰ ἔχουσαν γραφεῖον καὶ πίνακα. 
Τὸ εἰκοστὸν καὶ τρίτον δίδαγμα ἔχει διάλογον μεταξὺ διδασκάλου καὶ μαθητοῦ. Τὸ δὲ τοῦ μαθητοῦ ἔργον οὐκ ἀρέσκει τῷ διδασκάλῳ. 

Ἀνάγνωσις τοῦ κγ' διδάγματος


φέρ’ ἴδω, τί οὖν ἔγραψες.
ἐστὶ δὲ περὶ τοῦ τὰ γεγραμμένα;
φέρε τὸ βιβλίον, ἵν’ ἀναγνῶ.
φέρ’ ἴδω, τί ἔνεστιν.
ἔχεις κυκλομόλυβδον;
τὸ ῥῶ τουτὶ μοχθηρόν.
τουτὶ τί ποτ’ ἐστὶ γράμμα;
οὐκ ἐπιμελὴς εἶ.
αὐτὸς σὺ ταῦτα ἔγραφες;
συντέτακται μὲν ταῦτα ὑπ’ ἐμοῦ, διώρθωται δὲ ὑπὸ τοῦ πατρός.
ἦ πάντα ἐπελήλυθας κοὐδὲν παρῆλθες;
δοκεῖ γοῦν μοι.
οὐκ ἔνεστι τοῦτο.
οὐκ ἐκάθευδον τὴν νύκτα, ἀλλὰ διεπονούμην πρὸς φῶς περὶ τὸν λόγον.
τοὺς τρόπους σου ἐπίσταμαι.
ἐνταῦθα δὶς ταὐτὸν εἶπες!
εὐθὺς ἡμάρτηκας θαυμασίως ὡς.
ἔχει τὸ σὸν εἴκοσιν ἁμαρτίας.
πολλά σε λανθάνει.

Ὕστερος παρών

Sundial archaeological museum Dramas
Τοῦτο τὸ ὡρολόγιον οὐκέτι χωρεῖ.
Ὁ ταλαίπωρος μαθητὴς ὕστερος ἥκει εἰς τὸ γυμνάσιον ὅτι οὐ χωρεῖ τὸ ὡρολόγιον αὐτοῦ. Ὀργίζεται οὖν ὁ διδάσκαλος. Ἡμεῖς δὲ ἀκούσωμεν τὸ εἰκοστὸν καὶ δεύτερον δίδαγμα.

Ἀνάγνωσις τοῦ κβ' διδάγματος


ἀλλ’ εὐχώμεθα!
μῶν ὕστερος πάρειμι;
ὕστερος ἦλθον!
Ἄπολλον ἀποτρόπαιε! -- οἴμοι κακοδαίμων.
κακοδαίμων ἐγώ!
οἴμοι τάλας!
πόθεν ἥκεις ἐτεόν.
ὕστερον αὖθις ἦλθες!
τοῦ ἕνεκα τηνικάδε ἀφίκου;
οὐ γάρ πω ἐσήμηνε τὴν ὀγδόην.
ὕστερος σὺ ἦλθες τοῦ σημείου.
μὴ ἀγανάκτει· τὸ γὰρ ὡρολόγιον μου οὐκ ὀρθῶς χωρεῖ.
ληθες; ἀλλὰ δεῖξον!
κάθιζε!

Friday, December 4, 2015

Εἰς τὸ γυμνάσιον

Roman school
Ῥωμαϊκὴ εἰκὼν ποιηθεῖσα μεταξὺ τοῦ ρπ' καὶ τοῦ ρπε' ἔτους μετὰ Χριστὸν
καὶ δεικνῦσα  ἕνα διδάσκαλον καὶ τρεῖς μαθητάς.
Ἐν τῷ εἰκοστῷ καὶ πρώτῳ διδάγματι ἀκούομεν ὅτι καιρός ἐστι ἡμῖν βαδίζειν εἰς τὸ διδασκαλεῖον. Τοιγαροῦν καθ' ἡμέραν μανθάνωμεν.

Ἀνάγνωσις τοῦ κα' διδάγματος


ἰέναι ὥρα σοί ἐστιν.
ὥρα ἐστὶν εἰς τὸ γυμνάσιον βαδίζειν.
ἔτι καὶ νῦν μελετῶ.
ἤδη κατέχω τὴν ἐμὴν ἀνάγνωσιν.
ἤδη ἔμαθον, ὅπερ εἴληφα.
οὐκ ἂν φθάνοις εἰς τὸ γυμνάσιον ἰών;
μή νυν διάτριβε! -- σπεῦδέ νυν!
ὁ καῖρός ἐστι μηκέτι μέλλειν.
μὴ φροντίσῃς.
μηδὲν δείσῃς.
μηδὲν φοβηθῇς.
χαίρετε, συμμαθηταί!
τὸ βάθρον.
σύναγέ σε (σεαυτόν).
ἐμὸς ὅδε ὁ τόπος ἐστίν.

Τὸ δεῖπνον

Apicius1709fr
Οἱ δοῦλοι παρασκευάζουσι τὸ δεῖπνον. Ἔμπροσθεν μέν ἐστι κρέα λαγῷα. Ὄπισθεν δ' ὁρῶμεν ὀρνίθεια. Παῖς τις φέρει κρέα ὠπτημένα μετὰ γεωμήλων καὶ λαχανικοῦ εἰς τὴν τράπεζαν
Τέλος ἐν τῷ εἰκοστῷ διδάγματι αὐκούομεν περὶ δείπνου. Οἱ μὲν ἄνθρωποι  ἐσθίουσι διὰ τοῦ δείπνου κρέα μετὰ γεωμήλων καὶ λαχανικοῦ καὶ καταχύσματος. Ἔπειτα διὰ τοῦ ἐπιδείπνου ἔχουσι πλακοῦς καὶ τυρός καὶ πόπανα. Διὰ δὴ παντός ἐστιν οἶνος.

Ἀνάγνωσις τοῦ κ' διδάγματος


ἐπ’ ἄριστον καλῶ σε.
ἐπ’ ἄριστον μ’ ἐκάλεσεν.
εὐωχησόμεθα ἡμεῖς γε.
ἐλογιζόμην ἐγώ σε παρέσεσθαι.
ἀριστιᾷ.
πάρεστι κρέα ὠπτημένα.
γεώμηλα καὶ λαχανικόν.
(κρέα) μόσχεια.
βόεια.
χοίρεια.
πάρεστι (κρέα) ἄρνεια μετὰ γεωμήλων.
ἐρίφεια.
κωλῆ.
λαγῷα.
ὀρνίθεια.
ἐγχέλεια.
οὐ χαίρω ἐγχέλσιν, ἀλλ’ ἥδιον ἃν φάγοιμι ὀρνίθεια.
ταῦτα γὰρ ἥδιστ’ ἐσθίω.
τοῦτο χθὲς ἔφαγον.
φέρε δεῦρο κίχλας ἐμοί!
γεῦσαι λαβὼν.
μὰ τὸν ∆ία, οὐ γὰρ οὐδαμῶς μοι σύμφορον.
οὐ προσαναγκάζομεν οὐδαμῶς.
τὰ κρέα ἥδιστά ἐστιν.
ὡς ἡδύ!
ὡς ἡδὺ τὸ κατάχυσμα!
ἕν ἔτι ποθῶ.
δός μοι δῆτα ὀλίγον τι ἄρτου!
καὶ χορδῆς τι καὶ ἔτνος πίσινον.
τὸ ἐπίδειπνον.
τί ἐπιδειπνήσομεν;
παράθες ἔτι ὀλίγον τι ἄρτου πυρίνου μετὰ τυροῦ ἑλβητικοῦ.
πόπανα πέττεται.
λαβὲ καὶ πλακοῦντος πίονος τόμον.
κάλλιστα· ἐπαινῶ.
κἀμοί γ’ ἅλις.
φέρ’ οἶνον (λευκόν, ἐρυθρόν)
ὀσμὴν ἔχει ὁ οἶνος ὁδί.
ἡδέως πίνω τὸν οἶνον τονδί.
οἶνός ἐστι περιλελειμμένος.
πόσον τι;
ὑπὲρ ἥμισυ.
τί χρήσομαι τούτῳ;
ἴθι λαβὼν τοῦτο.

Πεινῶ

Table setting-01
Ἐν ταύτῃ τῇ εἰκόνι εἰσὶν μὲν πρόσω ἐξ εὐωνύμων δύο πειρούνια*,  τέτταρα 
λεκάνια, ἕν χειρόμακτρον ἐπὶ τῶν λεκανίων, ἕν μαχαίριον, δυό κουτάλια*. 

Ὀπίσω δὲ δυὸ τρυβλία, ἓν ποτήριον ἀλλ' οὐδὲν κύπελλον.
Ἆρα πεινᾶτε; Πῶς ἐν τῇ Ἀττικῇ διαλέκτῳ λέγομεν ὅτι φαγεῖν ἐθέλομεν; Ἀκούωμεν  τὸ ἔνατον καὶ δέκατον δίδαγμα.

Ἀνάγνωσις τοῦ ιθ' διδάγματος


λιμός με λαμβάνει.
οὐκ ἔχω καταφαγεῖν.
βουλιμιᾷ.
ἀπόλωλα ὑπὸ λιμοῦ.
φέρε τί σοι δῶ φαγεῖν; (πιεῖν;)
δός μοι φαγεῖν!
βαδιοῦμαι ἐπὶ δεῖπνον.
οὔπω δεδείπνηκας;
μὰ ∆ι’ ἐγὼ μὲν οὔ.
δεῖ με χωρεῖν ἐπὶ δεῖπνον.
ἀλλ’ ἐπὶ δεῖπνον ταχὺ βάδιζε!
ἐπὶ δεῖπνον ἔρχεται.
τὸ δεῖπνον ἐστ’ ἐπεσκευασμένον.
τὸ κύπελλον.
τὸ λεκάνιον.
τὸ τρυβλίον.
τὸ μαχαίριον.
τὸ πειρούνιον.*
τὸ χειρόμακτρον.