Saturday, November 7, 2015

Ὄνομά σοι τί ἐστιν;

Ulysses and Polyphemus - Vestibule of Polyphemus - Villa Romana del Casale - Italy 2015 (1)
δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ
αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς· 
Μάθωμεν μὲν ἐν τῷ ἐνάτῳ διδάγματι καὶ ἐρωτᾶν καὶ λέγειν τοὔνομα. Συμφέρει δ' ἐνίοτε κρύπτειν τὸ ἡμέτερον ὄνομα.

Ἀνάγνωσις τοῦ θ’ διδάγματος


ὄνομά σοι τί ἐστιν;
τίνα σοι ὀνόματα;
τί σοί ποτ’ ἔστ’ ὄνομα;
σὺ δὲ τίς εἶ;
τίς δ’ εἶ σύ;
σὺ δ’ εἶ τίς ἐτεόν;
ὄνομά μοι Μύλλερος.
τίς ποθ' ὅδε;
τίς ἄρα ποτ’ ἐστίν;
καὶ ποδαπός;
ποῦ κατοικεῖς;
ἐγγύτατα οἰκῶ.
τηλοῦ οἰκῶ.
μὴ κάλει μου τοὔνομα!
οὐ μὴ καλεῖς με; ἱκετεύω!

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.