Thursday, November 19, 2015

Ὁ ἀήρ

Under the Roof of Blue Ionian Weather, Sir Lawrence Alma-Tadema
Εὐδία ἐστίν. Οἱ οὐν ἄνθρωποι σχολάζουσιν ἐν τῇ ἐξέδρᾳ.
Τὸ δέκατον καὶ τρίτον δίδαγμα διδάσκει λέγειν περὶ τοῦ ἀέρος. Διὸ νομίζω ὅτι τοῦτο μάλα χρηστὸν ἔσται τοῖς τὴν Ἑλληνικὴν γλῶτταν λελεῖν πειρωμένοις.

Ἀνάγνωσις τοῦ ιγ' διδάγματος


ποῖος ὁ ἀὴρ τὸ νῦν;
τί γὰρ ὁ Ζεὺς ποιεῖ;
εὐδία ἐστίν.
εὐδία ἐστὶν ἡδίστη.
ἐξέχει εἵλη. ἔχομεν ἥλιον.φαίνεται ὁ ἥλιος. ἥλιος λάμπει.
θάλπος ἐστίν.
ἄνεμος γίγνεται.
ἄνεμος πνεῖ μέγας.
ἄνεμος γίγνεται βόρειος, νότιος, ἀνατολικός, δυτικός.
ξυννεφεῖ.
ψακάζει.
ὕει.
ὄμβρος πολὺς γίγνεται.
βροντᾷ.
βρονταὶ γίγνονται καὶ κεραυνοί.
ἀστράπτει πολὺ νὴ ∆ία.
ἔπεσε σκηπτός. ἔπεσε κεραυνός.
ψῦχός ἐστιν. (ψ. ἐστι μέγιστον.)
νίφει· βαβαιάξ!
χιὼν γίγνεται πολλή.
κρύος γίγνεται.
τί πάλιν συνάγεις τὸ σκιάδειον;
ἐκπέτασον αὐτό!
φέρε τὸ σκιάδειον!
ὑπέρεχέ μου τὸ σκιάδειον.
τὸν πηλὸν τουτονὶ φύλαξαι!

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.