Tuesday, November 10, 2015

Τίς ὥρα ἐστίν;

Byzantine agriculture
Κάτω· οἱ γεωργοὶ πονοῦσιν ἐν τῷ ἀγρῷ διὰ τὰς τῆς ἐργασίας ὥρας.
Ἄνω· ὁ οἰκοδεσπότης δίδωσι τὸν μισθὸν τοῖς τῆς ἑνδεκάτης ὥρας ἐργάταις. 


Ἐν τῷ δεκάτῳ διδάγματι μανθάνομεν ἐρωτᾶν καὶ λέγειν τὴν ὥραν. Τοῦτο δὲ χρήσιμόν ἐστι καὶ τοῖς σπουδαίοις καὶ τοῖς τῆς ἑνδεκάτης ὥρας.

Ἀνάγνωσις τοῦ ι’ διδάγματος


τίς ὥρα ἐστίν;
πηνίκ’ ἐστὶ τῆς ἡμέρας;
ἐστὶ μία ὥρα.
εἰσὶ δύο (τρεῖς, τέτταρες) ὧραι.
ἐστὶ μία ὥρα καὶ ἡμίσεια.
πηνίκα;
τῇ πρώτῃ ὥρᾳ.
τῇ δευτέρᾳ (ὥρᾳ).
περαιτέρω ἐστίν.
εἰσὶν ἑπτὰ ὧραι καὶ τέταρτον.
εἰσὶ δώδεκα (ὧραι) καὶ τρία τέταρτα.
περὶ τὴν τρίτην ὥραν.
περὶ τὴν τετάρτην καὶ ἡμίσειαν.
ἥξω εἰς τὴν δεκάτην καὶ τρία τέταρτα.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.