Friday, October 16, 2015

Πλανῆται

Aratea 93v
Ἐισὶν πέντε πλανῆται ὑπὲρ πέντε θεῶν. Ὁ δὲ τοῦ Κρόνου Φαίνων, ὁ δὲ τοῦ Διὸς Φαέθων, ὁ δὲ τοῦ Ἄρεως  Πυρόεις, ὁ δὲ τῆς Ἀφροδίτης Ἑωσφόρος ἢ Ἕσπερος, ὁ δὲ τοῦ Ἑρμοῦ Στίλβων.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Περὶ τῶν πέντε ἀστέρων τῶν καλουμένων πλανητῶν διὰ τὸ κίνησιν ἔχειν ἰδίαν αὐτούς. Λέγονται [δὲ] Θεῶν εἶναι πέντε. Φαίνων λἐγεται ὁ τοῦ Κρόνου· Φαέθων ὁ τοῦ Διός· Πυρόεις ὁ τοῦ Ἄρεως, οὐ μέγας τὸ χρῶμα, ὅμοιος δὲ τῷ ἐν τῷ Αἰετῷ· Ἑωσφόρος ὁ τῆς Ἀφροδίτης καὶ Ἕσπερος· πάντων δὲ μέγιστός ἐστι τῶν ἄστρων· Στίλβων ὁ τοῦ Ἑρμοῦ· ἔστι δὲ λαμπρὸς καὶ μικρός· · τῷ δὲ Ἑρμῇ ἐδόθη διὰ τὸ πρῶτον αὐτὸν τὸν διάκοσμον ὁρίσαι τοῦ οὐρανοῦ καὶ τῶν ἄστρων τὰς τάξεις καὶ τὰς ὥρας μετρῆσαι καὶ ἐπισημασιῶν καιροὺς δεῖξαι. Στίλβων δὲ καλεῖται διὰ τὸ φαντασίαν τοιαύτην αὐτὸν ποιεῖν.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.