Friday, October 16, 2015

Προκυνός

Sidney Hall - Urania's Mirror - Monoceros, Canis Minor, and Atelier Typographique
Οὗτός ἐστιν ὁ Προκύων, πρὸ  τοῦ κυνὸς ὤν. Καὶ ὁ Προκύων καὶ ὁ Λαγὼς καὶ ἄλλα θηρία παράκεινται παρὰ Ὠρίωνα τὸν μέγαν κυνηγέτην.
 Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτός ἐστιν ὁ πρὸ τοῦ μεγάλου Κυνός· Προκύων δὲ λέγεται ὡς πρὸ τοῦ κυνός· Ὠρίωνος δὲ κύων ἐστίν· λέγεται γὰρ διὰ τὸ φιλοκύνηγον αὐτὸν εἶναι παρατεθῆναι τοῦτον αὐτῷ· καὶ γὰρ Λαγωὸς ἐχόμενος καὶ ἄλλα θηρία παρ' αὐτὸν συνορᾶται. Ἒχει δὲ ἀστέρας γ, ὧν εἷς ὁ πρῶτος [ἀνατέλλει] λαμπρός· καὶ ποιεῖ ὁμοιότητα τοῦ κυνός· διὸ καὶ Προκύων καλεῖται, καὶ πρότερος ἀνατέλλει καὶ δύνει ἐκείνου. Τὰ δὲ μετὰ ταῦτα ἄστρα γίνεται ἐν τῷ ζῳδιακῷ κύκλῳ, ὃν ὁ Ἣλιος διαπορεύεται ἐν ιβ μησίν, διόπερ καὶ τὰ ζῴδια τούτου ἰσάριθμά ἐστιν.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.