Saturday, October 10, 2015

Ὕδρου ἐν' ᾧ Κρατὴρ καὶ Κόραξ

Apollo black bird AM Delphi 8140
Ἔστιν ἑκάστῳ τῶν θεῶν ὄρνις τις ἱερός. Ὁ δὲ τοῦ Ἀπόλλωνος ὄρνις ἐστὶ ὁ κόραξ.  Τότε οὖν ὁ Ἀπόλλων, βουλόμενος σπονδὴν ποιῆσαι,  ἔπεμψε τὸν κόρακα ἵνα ἐνέγκοι ὕδωρ πρὸς αὐτόν.
Brown-necked raven
Ἦν δὲ συκῆ παρὰ τὴν πηγήν, τῶν σύκων μήπου πεπόνων. Ὁ δὲ κόραξ, ἐπιθυμῶν φαγεῖν τὰ σῦκα, ἔμεινεν ἐπὶ τοῦ δένδρου ἕως οἱ καρποὶ ἑτοῖμοι γένοιντο. 

Sidney Hall - Urania's Mirror - Noctua, Corvus, Crater, Sextans Uraniæ, Hydra, Felis, Lupus, Centaurus, Antlia Pneumatica, Argo Navis, and Pyxis Nautica
Τέλος δὲ, φαγὼν τὰ σῦκα, ἐπανῆλθεν ὁ κόραξ παρὰ τῷ Ἀπόλλωνι, φέρων ὕδωρ ἐν τῷ κρατῆρί τε καὶ ὕδρον τινά. Εἶπε γὰρ ὅτι οὗτος ὁ ὕδρος ἐκώλυσέ με. Ὁ δὲ θεός, εἰδὼς τἀληθῆ, ὀργισθεὶς ἔβαλε τὸν κόρακα καὶ τὸν κρατῆρα καὶ τὸν ὕδρον εἰς τὸν οὐρανόν.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Tοῦτο τὸ ἄστρον κοινόν ἐστιν ἀπὸ πράξεως γεγονὸς ἐναργοῦς. τιμὴν γὰρ ἔχει ὁ κόραξ παρὰ τῷ Ἀπόλλωνι· ἑκάστῳ γὰρ τῶν Θεῶν ὄρνεόν ἐστιν ἀνακείμενον· θυσίας δὲ γενομένης τοῖς Θεοῖς σπονδὴν πεμφθεὶς κομίσαι [ἐνέγκαι] ἀπὸ κρήνης τινός, ἰδὼν παρὰ τὴν κρήνην συκῆν ὀλίνθους [ἐρινεοὺς] ἔχουσαν ἔμεινεν ἕως πεπανθῶσιν· μεθ' ἱκανὰς δὲ ἡμέρας πεπανθέντων τούτων καὶ φαγὼν τῶν συκῶν αἰσθόμενος τὸ ἁμάρτημα ἐξαρπάσας καὶ τὸν ἐν τῇ κρήνῃ ὕδρον ἔφερε σὺν τῷ κρατῆρι, φάσκων αὐτὸν ἐκπίνειν καθ' ἡμέραν τὸ γιγνόμενον ἐν τῇ κρήνῃ ὕδωρ· ὁ δὲ Ἀπόλλων ἐπιγνοὺς τὰ ὄντα τῷ μὲν κόρακι ἐν τοῖς ἀνθρώποις ἐπιτίμιον ἔθηκεν ἱκανὸν τὸν χρόνον τοῦτον διψῆν, καθάπερ Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς περὶ θηρίων, καὶ Ἀρχέλαος δέ φησιν ὁμοίως ἐν τοῖς Ἰδιοφυέσιν. μνημόνευμα δὲ δώσων τῆς εἰς Θεοὺς ἁμαρτίας σαφές, εἰκονίσας ἐν τοῖς ἄστροις ἔθηκεν εἶναι τόν τε Ὑδρον καὶ <τὸν Κρατῆρα καὶ τὸν Κόρακα> μὴ δυνάμενον πιεῖν καὶ μὴ προσελθεῖν. Ἒχουσι δ' ἀστέρας ὁ μὲν Ὕδρος ἐπ' ἄκρας τῆς κεφαλῆς γ λαμπρούς, ἐπὶ τῆς πρώτης καμπῆς ϛ, λαμπρὸν δὲ–α τὸν ἔσχατον, ἐπὶ τῆς δευτέρας καμπῆς γ, ἐπὶ τῆς τρίτης δ, ἐπὶ τῆς τετάρτης β, ἀπὸ τῆς ε καμπῆς μέχρι τῆς κέρκου θ ἀμαυρούς· τοὺς πάντας κζ. Ἒστι δὲ καὶ ἐπὶ τῆς κέρκου ὁ Κόραξ βλέπων εἰς δυσμάς· ἔχει δ' ἀστέρας ἐπὶ τοῦ ῥύγχους ἀμαυρὸν α, ἐπὶ τῆς πτέρυγος β, ἐπὶ τοῦ ὀρθοπυγίου β, ἐφ' ἑκατέρων ποδῶν ἄκρων α· τοὺς πάντας ζ. Τούτου δὲ ἱκανὸν ἀπέχων ἀπὸ τῆς καμπῆς ὁ Κρατὴρ κεῖται ἐγκεκλιμένος πρὸς τὰ γόνατα τῆς Παρθένου· ἔχει δὲ ἀστέρας ὁ Κρατὴρ ἐπὶ τοῦ χείλους β, <ὑφ' ἑκάτερα τὰ ὦτα β> ἀμαυρούς, ἐπὶ τὸ μέσον β, καὶ παρὰ τῷ πυθμένι β· τοὺς πάντας ι.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.