Friday, September 11, 2015

Λαγωοῦ

Sidney Hall - Urania's Mirror - Canis Major, Lepus, Columba Noachi & Cela Sculptoris
Ὥσπερ ὁ Ἀριστοτέλης φησίν, ἡ τοῦ λαγῶ θήλεια ἐπικυΐσκεταί τε  καὶ πολλὰ τέκνα τίκτει. Ὁ δ'Ἑρμῆς ἀνέθηκε τὸ εἴδωλον ἐπὶ τὸν οὐρανόν. 
 Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτός ἐστιν ὁ ἐν τῇ καλουμένῃ κυνηγίᾳ εὑρεθείς· διὰ δὲ τὴν ταχυτῆτα τοῦ ζῴου ὁ Ἑρμῆς δοκεῖ θεῖναι αὐτὸν ἐν τοῖς ἄστροις· μόνον δὲ τῶν τετραπόδων δοκεῖ κύειν πλείονα, ὧν τὰ μὲν κύει τὰ δ' ἔχει ἐν τῇ κοιλίᾳ, καθάπερ Ἀριστοτέλης ὁ φιλόσοφος λέγει ἐν τῇ περὶ τῶν ζῴων πραγματείᾳ. Ἔχει δὲ ἀστέρας ἐφ' ἑκατέρων ὠτίων α, ἐπὶ τοῦ σώματος γ, ὧν ὁ ἐπὶ τῆς ῥάχεως λαμπρός, ἐφ' ἑκατέρων ὀπισθίων ποδῶν α· <τοὺς πάντας ζ>.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.