Friday, September 11, 2015

Ἀργοῦς

Sidney Hall - Urania's Mirror - Noctua, Corvus, Crater, Sextans Uraniæ, Hydra, Felis, Lupus, Centaurus, Antlia Pneumatica, Argo Navis, and Pyxis Nautica
Αὕτη ἡ ναῦς τῶν ἐνδόξων ἡρώων,  διὰ τῆς  Ἀθηνᾶς  τεκτονηθεῖσά τε καὶ κατασκευσθεῖσα καὶ τέλος ἐν τῷ οὐρανῷ ταχθεῖσα. 

NaveGreca
Ἐν δὲ ταύτῃ τῇ εἰκόνι ὁρῶμεν ναῦν τινα ἔχουσαν ἱστὸν σὺν μεγάλῳ ἱστίῳ τε καὶ ναύτην στρέφοντα τοῖς οἴαξιν  τὰ πηδάλια.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Αὕτη διὰ τὴν Ἀθηνᾶν ἐν τοῖς ἄστροις ἐτάχθη, πρώτη γὰρ αὕτη ναῦς κατεσκευάσθη [καὶ ἀρχῆθεν ἐτεκτονήθη], φωνήεσσα δὲ γενομένη πρώτη τὸ πέλαγος διεῖλεν ἄβατον ὄν, ἵν' ᾖ τοῖς ἐπιγινομένοις παράδειγμα σαφέστατον. εἰς δὲ τὰ ἄστρα ἀνετέθη τὸ εἴδωλον οὐχ ὅλον αὐτῆς, οἱ δ' οἴακές εἰσιν ἕως τοῦ ἱστοῦ σὺν τοῖς πηδαλίοις, ὅπως ὁρῶντες οἱ τῇ ναυτιλίᾳ χρώμενοι θαρρῶσιν ἐπὶ τῇ ἐργασίᾳ, αὐτῆς τε ἡ δόξα ἀγήρατος διαμείνῃ οὔσης ἐν τοῖς Θεοῖς. Ἔχει δὲ ἀστέρας ἐπὶ τῆς πρύμνης δ, ἐφ' ἑνὶ πηδαλίῳ ε, καὶ <ἐπὶ> τῷ ἑτέρῳ δ, <ἐπὶ> στυλίδος ἄκρας γ, <ἐπὶ> καταστρώματι ε, ὑπὸ τρόπιν ς, παραπλησίους ἀλλήλοις· <τοὺς πάντας κζ>.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.