Saturday, September 19, 2015

Ποταμοῦ

Along the Nile (2427866403)
Οὐκ ἀκριβῶς ἴσμεν τίς ἐστιν οὗτος  ποταμός . Οἱ μὲν λέγουσιν εἶναι τὸν Νεῖλον, τὸν τῆς Αἰγύπτου.
Po River Destra Po 3
Οἱ δὲ νομίζουσιν ὅτι ἐστὶν ὁ Ἠριδανός, ὁ τῆς Ιταλίας. 
Sidney Hall - Urania's Mirror - Psalterium Georgii, Fluvius Eridanus, Cetus, Officina Sculptoris, Fornax Chemica, and Machina Electrica
Ὁ μὲν Ποταμὸς κεῖται σήμερον ὅλως ἐν τῷ νότῳ, πάλαι δὲ μέρος τι αὐτοῦ ἐν τῷ βορέᾳ ἦν. 
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτος ἐκ τοῦ ποδὸς τοῦ Ὠρίωνος τοῦ ἀριστεροῦ τὴν ἀρχὴν ἔχει· καλεῖται δὲ κατὰ μὲν τὸν Ἂρατον Ἠριδανός· οὐδεμίαν δὲ ἀπόδειξιν περὶ αὐτοῦ φέρει· ἕτεροι δέ φασι δικαιότατον αὐτὸν εἶναι Νεῖλον· μόνος γὰρ οὗτος ἀπὸ μεσημβρίας τὰς ἀρχὰς ἔχει. πολλοῖς δὲ ἄστροις διακεκόσμηται. ὑπόκειται δὲ αὐτῷ καὶ ὁ καλούμενος ἀστὴρ Κάνωβος, ὃς ἐγγίζει τῶν πηδαλίων τῆς Ἀργοῦς· τούτου δὲ οὐδὲν ἄστρον κατώτερον φαίνεται, διὸ καὶ Περίγειος καλεῖται. Ἔχει δὲ ἀστέρας [ἐπὶ τῆς κεφαλῆς α,] ἐπὶ τῇ πρώτῃ καμπῇ γ, ἐπὶ τῇ δευτέρᾳ γ, ἐπὶ τῆς τρίτης ἕως τῶν ἐσχάτων ζ, ἅ φασιν εἶναι τὰ στόματα τοῦ Νείλου· τοὺς πάντας ιγ.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.