Friday, August 7, 2015

Ὀιστοῦ

Ἀπέκτεινεν ὁ Ζεὺς τὸν Ἀσκληπιόν,  φίλον τοῦ Ἀπόλλωνος ὑπάρχοντα, κεραυνῷ χρησάμενος. 

Domenichino and assistants - Apollo killing the Cyclops - Google Art Project
Διόπερ ὁ Ἀπόλλων σφόδρα ὀργισθεὶς ἐτόξευσε τούτῳ τῷ μεγάλῳ οἰστῷ τοὺς μονοφθάλμους Κύκλωπας, τοὺς τοῦ Διὸς ἐργάτας, οἳ ἐποίουν τοὺς κεραυνοὺς αὐτοῦ .

Claude Lorrain - Landscape with Apollo Guarding the Herds of Admetus - WGA04995
Ὁ οὖν μὲν Ζεὺς κατέγνω τοῦ Ἀπόλλωνος λατρείαν. Ὁ δ' ἐδούλευσε τῷ Ἀδμήτῳ ἕνα ἐνιαυτόν, τοῦς βοῦς αὐτοῦ βόσκων.

Sidney Hall - Urania's Mirror - Delphinus, Sagitta, Aquila, and Antinous
Ὕστερον δ' ἀνέθηκεν ὁ Ἀπόλλων τοῦτο τὸ βέλος ἐπὶ τὸν οὐρανόν, ἵνα οἱ  ἄνθρωποι μνησθεῖεν αὐτοῦ τοὺς Κύκλωπας νικήσαντος.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Τοῦτο τὸ βέλος ἐστὶ τοξικόν, ὅ φασιν εἶναι Ἀπόλλωνος, ᾧ τε δὴ τοὺς Κύκλωπας τῷ Διὶ κεραυνὸν ἐργασαμένους ἀπέκτεινε δι' Ἀσκληπιόν· ἔκρυψε δὲ αὐτὸ ἐν Ὑπερβορείοις οὗ καὶ ὁ ναὸς ὁ πτέρινος. λέγεται δὲ πρότερον ἀπενηνέχθαι ὅτε τοῦ φόνου αὐτὸν ὁ Ζεὺς ἀπέλυσε καὶ ἐπαύσατο τῆς παρὰ Ἀδμήτῳ λατρείας, περὶ ἧς λέγει Εὐριπίδης ἐν τῇ Ἀλκήστιδι. δοκεῖ δὲ τότε ἀνακομισθῆναι ὁ ὀιστὸς μετὰ τῆς καρποφόρου Δήμητρος διὰ τοῦ ἀέρος· ἦν δὲ ὑπερμεγέθης. ὡς Ἡρακλείδης ὁ Ποντικός φησιν ἐν τῷ περὶ δικαιοσύνης· ὅθεν εἰς τὰ ἄστρα τέθεικε τὸ βέλος ὁ Ἀπόλλων εἰς ὑπόμνημα τῆς ἑαυτοῦ μάχης καταστερίσας. ῎Εχει δὲ ἀστέρας ἐπὶ τοῦ ἄκρου α, κατὰ τὸ μέσον α ἀμαυρόν, ἐπὶ τοῦ χηλώματος β· εὐσημότατος δ' ἐστὶν ὁ εἷς· οἱ πάντες δ.

1 comment:

  1. διόπερ λέγεται κατὰ τὴν παροιμίαν, Πόρρω Διός τε καὶ κεραυνοῦ...

    ReplyDelete

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.