Friday, June 26, 2015

Πλειάδος

Aratea 42v
Φασὶν ταύτας ἑπτὰ ἀδελφὰς εἶναι. Ἓξ μὲν  συνέμιξαν τοῖς τοῦ Ὀλύμπου θεοῖς.  Διόπερ οἱ ἀστέρες αὐτῶν λαμπροί εἰσιν. Μία δὲ θνητῷ ἀνδρὶ γημαμένη ἀόρατός ἐστιν. 
Sidney Hall - Urania's Mirror - Taurus
Ἡ  Πλεις  κεῖται ἐπὶ τῆς τοῦ Ταύρου ῥάχεως. 
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἐπὶ τῆς ἀποτομῆς τοῦ Ταύρου τῆς καλουμένης ῥάχεως <ἡ> Πλειάς ἐστιν· συνηγμένης δ' αὐτῆς εἰς ἀστέρας ἑπτά, λέγουσιν εἶναι τῶν Ἂτλαντος θυγατέρων, διὸ καὶ ἑπτάστερος καλεῖται· οὐχ ὁρῶνται δὲ αἱ ἑπτά, ἀλλ' αἱ ἕξ· τὸ δὲ αἴτιον οὕτω πως λέγεται. τὰς μὲν γὰρ <ἕξ> φασι Θεοῖς μιγῆναι, τὴν δὲ μίαν θνητῷ· τρεῖς μὲν οὖν μιγῆναι Διί, Ἠλέκτραν ἐξ ἧς Δάρδανος, Μαῖαν ἐξ ἧς Ἑρμῆς, Ταϋγέτην ἐξ ἧς Λακεδαίμων· Ποσειδῶνι δὲ δύο μιγῆναι, Ἀλκυόνην ἐξ ἧς Ὑριεύς, Κελαινὼ ἐξ ἧς Λύκος· Στερόπη δὲ λέγεται Ἂρει μιγῆναι, ἐξ ἧς Οἰνόμαος ἐγένετο· Μερόπη δὲ Σισύφῳ θνητῷ, διὸ παναφανής ἐστιν. μεγίστην δ' ἔχουσι δόξαν ἐν τοῖς ἀνθρώποις ἐπισημαίνουσαι καθ' ὥραν. θέσιν δὲ ἔχουσιν εὖ μάλα κείμεναι κατὰ τὸν Ἵππαρχον τριγωνοειδοῦς σχήματος.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.