Saturday, June 20, 2015

Περσέως



Danae gold shower Louvre CA925
Ἡ καλλίστη Δανάη,  τοῦ Διὸς χρυσῷ ὑετῷ εἰκότος, αὐτῷ μιχθεῖσα, ἔτεκε τὸν Περσέα.Ὁ δὲ Περσεύς, νεανίσκος γεγονὼς καὶ ἀπεσταλμένος παρὰ τοῦ Πολυδέκτου, ἀπἦλθεν ὡς τὰς Γοργόνας μαχησόμενος, τῶν θεῶν πολλὰ καὶ χρήσιμα δῶρα αὐτῷ δόντων.  
Edward Burne-Jones - Perseus and the Graiae, 1892
Πρῶτον μὲν ἔδει τὸν Περσέα  τὰς Γραίας πλανῆσαι, φυλακὰς τῶν Γοργόνων οὔσας. Αἱ δὲ Γραῖαι, μόνον ἕνα ὀφθαλμὸν ἔχουσαι, παρεδίδοσαν αὐτὸν ἀλλήλαις. Διόπερ ὁ Περσεὺς,   ἐν τῇ παραδόσει φθάσας αὐτάς, ἔλαβε τὸν ὀφθαλμόν. Ἔπειτα ἀπέκτεινε Μέδουσαν τὴν Γοργόνα,  κατακόψας τὴν κεφαλν αὐτῆς.
Sidney Hall - Urania's Mirror - Perseus
Οὗτός ἐστιν ὁ τοῦ Περσέως ἀστερισμός. Ὁ μὲν Περσεὺς ἔχει ἐπὶ τῆς κεφαλῆς τὴν τοῦ Ἑρμοῦ  κυνῆν.  Ἐν δὲ τοῖς ποσὶν τὰ πετόμενα πέδιλα αὐτοῦ εστιν. Ἡ δὲ τοῦ Ἡφαίστου ἅρπη ἐστὶ ἐν τῇ δεξιᾷ. Τέλος  δ'ἐν τῇ εὐωνύμῳ ἡ τῆς Μεδούσης κεφαλή ἐστιν. Ἡ δ' Ἀθηνᾶ ἐλάβετο αὐτήν. 
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Περὶ τούτου ἱστορεῖται ὅτι ἐν τοῖς ἄστροις ἐτέθη διὰ τὴν δόξαν· τῇ γὰρ Δανάῃ ὡς χρυσὸς μιγεὶς ὁ Ζεὺς ἐγέννησεν αὐτόν· ὑπὸ δὲ τοῦ Πολυδέκτου πεμφθεὶς ἐπὶ τὰς Γοργόνας τήν τε κυνῆν ἔλαβε παρ' ῾Ερμοῦ καὶ τὰ πέδιλα, ἐν οἷς διὰ τοῦ ἀέρος ἐποιεῖτο τὴν πορείαν· δοκεῖ δὲ καὶ ἅρπην παρ' Ἡφαίστου λαβεῖν ἐξ ἀδάμαντος· ὡς δὲ Αἰσχύλος φησὶν ὁ τῶν τραγῳδιῶν ποιητὴς ἐν Φορκίσιν, Γραίας εἶχον προφύλακας αἱ Γοργόνες· αὗται δὲ ἕνα εἶχον ὀφθαλμὸν καὶ τοῦτον ἀλλήλαις παρεδίδοσαν κατὰ φυλακήν· τηρήσας δ' ὁ Περσεὺς ἐν τῇ παραδόσει, λαβὼν ἔρριψεν αὐτὸν εἰς τὴν Τριτωνίδα λίμνην, καὶ οὕτως ἐλθὼν ἐπὶ τὰς Γοργόνας ὑπνωκυίας ἀφείλετο τῆς Μεδούσης τὴν κεφαλήν, ἣν ἡ Ἀθηνᾶ περὶ τὰ στήθη ἔθηκεν αὑτῆς, τῷ δὲ Περσεῖ τὴν εἰς τὰ ἄστρα θέσιν ἐποίησεν, ὅθεν ἔχων θεωρεῖται καὶ τὴν Γοργόνος κεφαλήν. Ἔχει δὲ ἀστέρας [ἐπὶ μὲν τῆς κεφαλῆς α], ἐφ' ἑκατέρῳ ὤμῳ λαμπρὸν α, ἐπ' ἄκρας τῆς δεξιᾶς χειρὸς λαμπρὸν α, <ἐπ'> ἀγκῶνος α, <ἐπ'> ἄκρας χειρὸς ἀριστερᾶς α, ἐν ᾗ τὴν κεφαλὴν δοκεῖ τῆς Γοργόνος ἔχειν· <ἐπὶ τῆς κεφαλῆς τῆς Γοργόνος α, ἐπὶ τῆς κοιλίας α, ἐπὶ τοῦ δεξιοῦ ἰσχίου λαμπρὸν α, ἐπὶ> δεξιοῦ μηροῦ λαμπρὸν α, <ἐπὶ> γόνατος α, <ἐπ'> ἀντικνημίου α, <ἐπὶ ποδὸς α ἀμαυρόν, ἐπ' ἀριστεροῦ μηροῦ α, ἐπὶ γόνατος α, ἐπ' ἀντικνημίου β>, περὶ τοὺς Γοργόνος πλοκάμους γ· <τοὺς πάντας ιθ>· ἡ δὲ κεφαλὴ [η], ἡ δ' ἅρπη, [ἔχουσα ε], ἄναστρος ὁρᾶται, διὰ δὲ νεφελώδους συστροφῆς δοκεῖ τισιν ὁρᾶσθαι.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.