Saturday, March 21, 2015

Σκορπίου

Οὗτος  ὁ μέγας σκορπίος ὑπὸ τῆς  Ἀρτέμιδος ἐκ  λόφου τινὸς τῆς Χίου νήσου ἀπεσταλμένος ἀπέκτεινε τὸν Ὠρίωνα, τὸν θηρευτήν, τὸν ὑβρίσαντα αὐτήν.

Sidney Hall - Urania's Mirror - Scorpio
Ὁ δὲ Ζεὺς εἰς μνήμην  τοῦτου τοῦ ἔργου  ἔθηκε τὸ εἶδος  ἐν τῷ οὐρανῷ. Οὕτως μέγας ἐστὶν ὁ σκορπίος, ὥστε κεῖσθαι ἐπὶ τῷ ἕκτῳ μέρει τοῦ κύκλου.  


Οὗτος διὰ τὸ μέγεθος εἰς δύο δωδεκατημόρια διαιρεῖται· καὶ τὸ μὲν ἐπέχουσιν αἱ χηλαί, θάτερον δὲ τὸ σῶμα καὶ τὸ κέντρον. τοῦτον, φασίν, ἐποίησεν Ἂρτεμις ἀναδοθῆναι <ἐκ> τῆς κολώνης τῆς Χίου νήσου, καὶ τὸν Ὠρίωνα πλῆξαι, καὶ οὕτως ἀποθανεῖν, ἐπειδὴ ἐν κυνηγεσίῳ ἀκόσμως αὐτὴν ἐβιάσατο· ὃν Ζεὺς ἐν τοῖς λαμπροῖς ἔθηκε τῶν ἄστρων, ἵν' εἰδῶσιν οἱ ἐπιγινόμενοι ἄνθρωποι τὴν ἰσχύν τε αὐτοῦ καὶ τὴν δύναμιν. ῎Εχει δὲ ἀστέρας ἐφ' ἑκατέρας χηλῆς β, ὧν εἰσιν οἱ μὲν πρῶτοι μεγάλοι, οἱ δὲ δεύτεροι ἀμαυροί, ἐπὶ δὲ τοῦ μετώπου <λαμπροὺς γ, ὧν ὁ μέσος λαμπρότατος, ἐπὶ τῆς ῥάχεως> λαμπροὺς γ, ἐπὶ τῆς κοιλίας β, ἐπὶ τῆς κέρκου ε, ἐπὶ τοῦ κέντρου β· προηγεῖται μὲν ἐν αὐτοῖς πάντων φαιδρότερος ὢν ὁ ἐπὶ τῆς βορείας χηλῆς λαμπρὸς ἀστήρ· <τοὺς πάντας ιθ>.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.